φυγῇ δʼ ἀκόσμῳ πᾶσα ναῦς ἠρέσσετο, ὅσαιπερ ἦσαν βαρβάρου στρατεύματος. τοὶ δʼ ὥστε θύννους ἤ τινʼ ἰχθύων βόλον ἀγαῖσι κωπῶν θραύμασίν τʼ ἐρειπίων ἔπαιον, ἐρράχιζον· οἰμωγὴ δʼ ὁμοῦ κωκύμασιν κατεῖχε πελαγίαν ἅλα, ἕως κελαινῆς νυκτὸς ὄμμʼ ἀφείλετο. κακῶν δὲ πλῆθος, οὐδʼ ἂν εἰ δέκʼ ἤματα στοιχηγοροίην, οὐκ ἂν ἐκπλήσαιμί σοι. εὖ γὰρ τόδʼ ἴσθι, μηδάμʼ ἡμέρᾳ μιᾷ πλῆθος τοσουτάριθμον ἀνθρώπων θανεῖν. Ἄτοσσα αἰαῖ, κακῶν δὴ πέλαγος ἔρρωγεν μέγα Πέρσαις τε καὶ πρόπαντι βαρβάρων γένει. Ἄγγελος εὖ νυν τόδʼ ἴσθι, μηδέπω μεσοῦν κακόν· τοιάδʼ ἐπʼ αὐτοῖς ἦλθε συμφορὰ πάθους ὡς τοῖσδε καὶ δὶς ἀντισηκῶσαι ῥοπῇ. Ἄτοσσα καὶ τίς γένοιτʼ ἂν τῆσδʼ ἔτʼ ἐχθίων τύχη; λέξον τίνʼ αὖ φὴς τήνδε συμφορὰν στρατῷ ἐλθεῖν κακῶν ῥέπουσαν ἐς τὰ μάσσονα. Ἄγγελος Περσῶν ὅσοιπερ ἦσαν ἀκμαῖοι φύσιν, ψυχήν τʼ ἄριστοι κεὐγένειαν ἐκπρεπεῖς, αὐτῷ τʼ ἄνακτι πίστιν ἐν πρώτοις ἀεί, τεθνᾶσιν αἰσχρῶς δυσκλεεστάτῳ μόρῳ. Ἄτοσσα οἲ ʼγὼ τάλαινα συμφορᾶς κακῆς, φίλοι. ποίῳ μόρῳ δὲ τούσδε φὴς ὀλωλέναι; Ἄγγελος νῆσός τις ἔστι πρόσθε Σαλαμῖνος τόπων, βαιά, δύσορμος ναυσίν, ἣν ὁ φιλόχορος Πὰν ἐμβατεύει, ποντίας ἀκτῆς ἔπι. ἐνταῦθα πέμπει τούσδʼ, ὅπως, ὅταν νεῶν φθαρέντες ἐχθροὶ νῆσον ἐκσῳζοίατο,