<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="greek"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="392">γνώμης ἀποσφαλεῖσιν· οὐ γὰρ ὡς φυγῇ</l><l n="393">παιᾶνʼ ἐφύμνουν σεμνὸν Ἕλληνες τότε,</l><l n="394">ἀλλʼ ἐς μάχην ὁρμῶντες εὐψύχῳ θράσει·</l></sp><milestone n="395" unit="card"/><sp><speaker>Ἄγγελος</speaker><l n="395">σάλπιγξ δʼ ἀϋτῇ πάντʼ ἐκεῖνʼ ἐπέφλεγεν.</l><l n="396">εὐθὺς δὲ κώπης ῥοθιάδος ξυνεμβολῇ</l><l n="397">ἔπαισαν ἅλμην βρύχιον ἐκ κελεύματος,</l><l n="398">θοῶς δὲ πάντες ἦσαν ἐκφανεῖς ἰδεῖν.</l><l n="399">τὸ δεξιὸν μὲν πρῶτον εὐτάκτως κέρας</l><l n="400">ἡγεῖτο κόσμῳ, δεύτερον δʼ ὁ πᾶς στόλος</l><l n="401">ἐπεξεχώρει, καὶ παρῆν ὁμοῦ κλύειν</l><l n="402">πολλὴν βοήν, <q>ὦ παῖδες Ἑλλήνων ἴτε,</q></l><l n="403"><q rend="merge">ἐλευθεροῦτε πατρίδʼ, ἐλευθεροῦτε δὲ</q></l><l n="404"><q rend="merge">παῖδας, γυναῖκας, θεῶν τέ πατρῴων ἕδη,</q></l><l n="405"><q rend="merge">θήκας τε προγόνων· νῦν ὑπὲρ πάντων ἀγών.</q></l><l n="406">καὶ μὴν παρʼ ἡμῶν Περσίδος γλώσσης ῥόθος</l><l n="407">ὑπηντίαζε, κοὐκέτʼ ἦν μέλλειν ἀκμή.</l><l n="408">εὐθὺς δὲ ναῦς ἐν νηὶ χαλκήρη στόλον</l><l n="409">ἔπαισεν· ἦρξε δʼ ἐμβολῆς Ἑλληνικὴ</l><l n="410">ναῦς, κἀποθραύει πάντα Φοινίσσης νεὼς</l><l n="411">κόρυμβʼ, ἐπʼ ἄλλην δʼ ἄλλος ηὔθυνεν δόρυ.</l><l n="412">τὰ πρῶτα μέν νυν ῥεῦμα Περσικοῦ στρατοῦ</l><l n="413">ἀντεῖχεν· ὡς δὲ πλῆθος ἐν στενῷ νεῶν</l><l n="414">ἤθροιστʼ ἀρωγὴ δʼ οὔτις ἀλλήλοις παρῆν,</l><l n="415">αὐτοὶ δʼ ὑφʼ αὑτῶν ἐμβόλοις χαλκοστόμοις</l><l n="416">παίοντʼ, ἔθραυον πάντα κωπήρη στόλον,</l><l n="417">Ἑλληνικαί τε νῆες οὐκ ἀφρασμόνως</l><l n="418">κύκλῳ πέριξ ἔθεινον, ὑπτιοῦτο δὲ</l><l n="419">σκάφη νεῶν, θάλασσα δʼ οὐκέτʼ ἦν ἰδεῖν,</l><l n="420">ναυαγίων πλήθουσα καὶ φόνου βροτῶν.</l><l n="421">ἀκταὶ δὲ νεκρῶν χοιράδες τʼ ἐπλήθυον,</l></sp></div></div></body></text></TEI>