<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="greek"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="362">Ἕλληνος ἀνδρὸς οὐδὲ τὸν θεῶν φθόνον,</l><l n="363">πᾶσιν προφωνεῖ τόνδε ναυάρχοις λόγον,</l><l n="364">εὖτʼ ἂν φλέγων ἀκτῖσιν ἥλιος χθόνα</l><l n="365">λήξῃ, κνέφας δὲ τέμενος αἰθέρος λάβῃ,</l><l n="366">τάξαι νεῶν στῖφος μὲν ἐν στοίχοις τρισὶν</l><l n="367">ἔκπλους φυλάσσειν καὶ πόρους ἁλιρρόθους,</l><l n="368">ἄλλας δὲ κύκλῳ νῆσον Αἴαντος πέριξ·</l><l n="369">ὡς εἰ μόρον φευξοίαθʼ Ἕλληνες κακόν,</l><l n="370">ναυσὶν κρυφαίως δρασμὸν εὑρόντες τινά,</l><l n="371">πᾶσιν στέρεσθαι κρατὸς ἦν προκείμενον.</l><l n="372">τοσαῦτʼ ἔλεξε κάρθʼ ὑπʼ εὐθύμου φρενός·</l><l n="373">οὐ γὰρ τὸ μέλλον ἐκ θεῶν ἠπίστατο.</l><l n="374">οἱ δʼ οὐκ ἀκόσμως, ἀλλὰ πειθάρχῳ φρενὶ</l><l n="375">δεῖπνόν τʼ  ἐπορσύνοντο, ναυβάτης τʼ  ἀνὴρ</l><l n="376">τροποῦτο κώπην σκαλμὸν ἀμφʼ εὐήρετμον.</l><l n="377">ἐπεὶ δὲ φέγγος ἡλίου κατέφθιτο</l><l n="378">καὶ νὺξ ἐπῄει, πᾶς ἀνὴρ κώπης ἄναξ</l><l n="379">ἐς ναῦν ἐχώρει πᾶς θʼ ὅπλων ἐπιστάτης·</l><l n="380">τάξις δὲ τάξιν παρεκάλει νεὼς μακρᾶς·</l><l n="381">πλέουσι δʼ ὡς ἕκαστος ἦν τεταγμένος,</l><l n="382">καὶ πάννυχοι δὴ διάπλοον καθίστασαν</l><l n="383">ναῶν  ἄνακτες πάντα  ναυτικὸν λεών.</l><l n="384">καὶ νὺξ ἐχώρει, κοὐ μάλʼ Ἑλλήνων στρατὸς</l><l n="385">κρυφαῖον ἔκπλουν οὐδαμῇ καθίστατο·</l><l n="386">ἐπεί γε μέντοι λευκόπωλος ἡμέρα</l><l n="387">πᾶσαν κατέσχε γαῖαν εὐφεγγὴς ἰδεῖν,</l><l n="388">πρῶτον μὲν ἠχῇ κέλαδος Ἑλλήνων πάρα</l><l n="389">μολπηδὸν ηὐφήμησεν, ὄρθιον δʼ ἅμα</l><l n="390">ἀντηλάλαξε νησιώτιδος πέτρας</l><l n="391">ἠχώ· φόβος δὲ πᾶσι βαρβάροις παρῆν</l></sp></div></div></body></text></TEI>