Ἕλληνος ἀνδρὸς οὐδὲ τὸν θεῶν φθόνον, πᾶσιν προφωνεῖ τόνδε ναυάρχοις λόγον, εὖτʼ ἂν φλέγων ἀκτῖσιν ἥλιος χθόνα λήξῃ, κνέφας δὲ τέμενος αἰθέρος λάβῃ, τάξαι νεῶν στῖφος μὲν ἐν στοίχοις τρισὶν ἔκπλους φυλάσσειν καὶ πόρους ἁλιρρόθους, ἄλλας δὲ κύκλῳ νῆσον Αἴαντος πέριξ· ὡς εἰ μόρον φευξοίαθʼ Ἕλληνες κακόν, ναυσὶν κρυφαίως δρασμὸν εὑρόντες τινά, πᾶσιν στέρεσθαι κρατὸς ἦν προκείμενον. τοσαῦτʼ ἔλεξε κάρθʼ ὑπʼ εὐθύμου φρενός· οὐ γὰρ τὸ μέλλον ἐκ θεῶν ἠπίστατο. οἱ δʼ οὐκ ἀκόσμως, ἀλλὰ πειθάρχῳ φρενὶ δεῖπνόν τʼ ἐπορσύνοντο, ναυβάτης τʼ ἀνὴρ τροποῦτο κώπην σκαλμὸν ἀμφʼ εὐήρετμον. ἐπεὶ δὲ φέγγος ἡλίου κατέφθιτο καὶ νὺξ ἐπῄει, πᾶς ἀνὴρ κώπης ἄναξ ἐς ναῦν ἐχώρει πᾶς θʼ ὅπλων ἐπιστάτης· τάξις δὲ τάξιν παρεκάλει νεὼς μακρᾶς· πλέουσι δʼ ὡς ἕκαστος ἦν τεταγμένος, καὶ πάννυχοι δὴ διάπλοον καθίστασαν ναῶν ἄνακτες πάντα ναυτικὸν λεών. καὶ νὺξ ἐχώρει, κοὐ μάλʼ Ἑλλήνων στρατὸς κρυφαῖον ἔκπλουν οὐδαμῇ καθίστατο· ἐπεί γε μέντοι λευκόπωλος ἡμέρα πᾶσαν κατέσχε γαῖαν εὐφεγγὴς ἰδεῖν, πρῶτον μὲν ἠχῇ κέλαδος Ἑλλήνων πάρα μολπηδὸν ηὐφήμησεν, ὄρθιον δʼ ἅμα ἀντηλάλαξε νησιώτιδος πέτρας ἠχώ· φόβος δὲ πᾶσι βαρβάροις παρῆν