<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="greek"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="332">αἴσχη τε Πέρσαις καὶ λιγέα κωκύματα.</l><l n="333">ἀτὰρ φράσον μοι τοῦτʼ ἀναστρέψας πάλιν·</l><l n="334">πόσον δὲ πλῆθος ἦν νεῶν Ἑλληνίδων,</l><l n="335">ὥστʼ ἀξιῶσαι Περσικῷ στρατεύματι</l><l n="336">μάχην συνάψαι ναΐοισιν ἐμβολαῖς;</l></sp><sp><speaker>Ἄγγελος</speaker><l n="337">πλήθους μὲν ἂν σάφʼ ἴσθʼ ἕκατι βάρβαρον</l><l n="338">ναυσὶν κρατῆσαι.  καὶ γὰρ Ἕλλησιν μὲν ἦν</l><l n="339">ὁ πᾶς ἀριθμὸς ἐς τριακάδας δέκα</l><l n="340">ναῶν, δεκὰς δʼ ἦν τῶνδε χωρὶς ἔκκριτος·</l><l n="341">Ξέρξῃ δέ, καὶ γὰρ οἶδα, χιλιὰς μὲν ἦν</l><l n="342">ὧν ἦγε πλῆθος, αἱ δʼ ὑπέρκοποι τάχει</l><l n="343">ἑκατὸν δὶς ἦσαν ἑπτά θʼ· ὧδʼ ἔχει λόγος.</l><l n="344">μή σοι δοκοῦμεν τῇδε λειφθῆναι μάχῃ;</l><l n="345">ἀλλʼ ὧδε δαίμων τις κατέφθειρε στρατόν,</l><l n="346">τάλαντα βρίσας οὐκ ἰσορρόπῳ τύχῃ.</l><l n="347">θεοὶ πόλιν σῴζουσι Παλλάδος θεᾶς.</l></sp><sp><speaker>Ἄτοσσα</speaker><l n="348">ἔτʼ ἆρʼ Ἀθηνῶν ἔστʼ ἀπόρθητος πόλις;</l></sp><sp><speaker>Ἄγγελος</speaker><l n="349">ἀνδρῶν γὰρ ὄντων ἕρκος ἐστὶν ἀσφαλές.</l></sp><sp><speaker>Ἄτοσσα</speaker><l n="350">ἀρχὴ δὲ ναυσὶ συμβολῆς τίς ἦν, φράσον·</l><l n="351">τίνες κατῆρξαν, πότερον Ἕλληνες, μάχης,</l><l n="352">ἢ παῖς ἐμός, πλήθει καταυχήσας νεῶν;</l></sp><milestone n="353" unit="card"/><sp><speaker>Ἄγγελος</speaker><l n="353">ἦρξεν μέν, ὦ δέσποινα, τοῦ παντὸς κακοῦ</l><l n="354">φανεὶς ἀλάστωρ ἢ κακὸς δαίμων ποθέν.</l><l n="355">ἀνὴρ γὰρ  Ἕλλην ἐξ Ἀθηναίων στρατοῦ</l><l n="356">ἐλθὼν ἔλεξε παιδὶ σῷ Ξέρξῃ τάδε,</l><l n="357">ὡς εἰ μελαίνης νυκτὸς ἵξεται κνέφας,</l><l n="358">Ἕλληνες οὐ μενοῖεν, ἀλλὰ σέλμασιν</l><l n="359">ναῶν ἐπανθορόντες ἄλλος ἄλλοσε</l><l n="360">δρασμῷ κρυφαίῳ βίοτον ἐκσωσοίατο.</l><l n="361">ὁ δʼ εὐθὺς ὡς ἤκουσεν, οὐ ξυνεὶς δόλον</l></sp></div></div></body></text></TEI>