αἴσχη τε Πέρσαις καὶ λιγέα κωκύματα. ἀτὰρ φράσον μοι τοῦτʼ ἀναστρέψας πάλιν· πόσον δὲ πλῆθος ἦν νεῶν Ἑλληνίδων, ὥστʼ ἀξιῶσαι Περσικῷ στρατεύματι μάχην συνάψαι ναΐοισιν ἐμβολαῖς; Ἄγγελος πλήθους μὲν ἂν σάφʼ ἴσθʼ ἕκατι βάρβαρον ναυσὶν κρατῆσαι. καὶ γὰρ Ἕλλησιν μὲν ἦν ὁ πᾶς ἀριθμὸς ἐς τριακάδας δέκα ναῶν, δεκὰς δʼ ἦν τῶνδε χωρὶς ἔκκριτος· Ξέρξῃ δέ, καὶ γὰρ οἶδα, χιλιὰς μὲν ἦν ὧν ἦγε πλῆθος, αἱ δʼ ὑπέρκοποι τάχει ἑκατὸν δὶς ἦσαν ἑπτά θʼ· ὧδʼ ἔχει λόγος. μή σοι δοκοῦμεν τῇδε λειφθῆναι μάχῃ; ἀλλʼ ὧδε δαίμων τις κατέφθειρε στρατόν, τάλαντα βρίσας οὐκ ἰσορρόπῳ τύχῃ. θεοὶ πόλιν σῴζουσι Παλλάδος θεᾶς. Ἄτοσσα ἔτʼ ἆρʼ Ἀθηνῶν ἔστʼ ἀπόρθητος πόλις; Ἄγγελος ἀνδρῶν γὰρ ὄντων ἕρκος ἐστὶν ἀσφαλές. Ἄτοσσα ἀρχὴ δὲ ναυσὶ συμβολῆς τίς ἦν, φράσον· τίνες κατῆρξαν, πότερον Ἕλληνες, μάχης, ἢ παῖς ἐμός, πλήθει καταυχήσας νεῶν; Ἄγγελος ἦρξεν μέν, ὦ δέσποινα, τοῦ παντὸς κακοῦ φανεὶς ἀλάστωρ ἢ κακὸς δαίμων ποθέν. ἀνὴρ γὰρ Ἕλλην ἐξ Ἀθηναίων στρατοῦ ἐλθὼν ἔλεξε παιδὶ σῷ Ξέρξῃ τάδε, ὡς εἰ μελαίνης νυκτὸς ἵξεται κνέφας, Ἕλληνες οὐ μενοῖεν, ἀλλὰ σέλμασιν ναῶν ἐπανθορόντες ἄλλος ἄλλοσε δρασμῷ κρυφαίῳ βίοτον ἐκσωσοίατο. ὁ δʼ εὐθὺς ὡς ἤκουσεν, οὐ ξυνεὶς δόλον