<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="greek"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="302">Ἀρτεμβάρης δὲ μυρίας ἵππου βραβεὺς</l><l n="303">στύφλους παρʼ ἀκτὰς θείνεται Σιληνιῶν.</l><l n="304">χὠ χιλίαρχος Δαδάκης πληγῇ δορὸς</l><l n="305">πήδημα κοῦφον ἐκ νεὼς ἀφήλατο·</l><l n="306">Τενάγων τʼ ἀριστεὺς Βακτρίων ἰθαιγενὴς</l><l n="307">θαλασσόπληκτον νῆσον Αἴαντος πολεῖ.</l><l n="308">Λίλαιος, Ἀρσάμης τε κἈργήστης τρίτος,</l><l n="309">οἵδʼ ἀμφὶ νῆσον τὴν πελειοθρέμμονα</l><l n="310">δινούμενοι ʼκύρισσον ἰσχυρὰν χθόνα·</l><l n="311">πηγαῖς τε Νείλου γειτονῶν Αἰγυπτίου</l><l n="312">Ἀρκτεύς, Ἀδεύης, καὶ φερεσσάκης τρίτος</l><l n="313">Φαρνοῦχος, οἵδε ναὸς ἐκ μιᾶς πέσον.</l><l n="314">Χρυσεὺς Μάταλλος μυριόνταρχος θανών,</l><l n="315">ἵππου μελαίνης ἡγεμὼν τρισμυρίας,</l><l n="316">πυρρὰν ζαπληθῆ δάσκιον γενειάδα</l><l n="317">ἔτεγγʼ, ἀμείβων χρῶτα πορφυρέᾳ βαφῇ.</l><l n="318">καὶ Μᾶγος Ἄραβος, Ἀρτάβης τε Βάκτριος,</l><l n="319">σκληρᾶς μέτοικος γῆς, ἐκεῖ κατέφθιτο.</l><l n="320">Ἄμιστρις Ἀμφιστρεύς τε πολύπονον δόρυ</l><l n="321">νωμῶν, ὅ τʼ ἐσθλὸς Ἀριόμαρδος Σάρδεσι</l><l n="322">πένθος παρασχών, Σεισάμης θʼ ὁ Μύσιος,</l><l n="323">Θάρυβίς τε πεντήκοντα πεντάκις νεῶν</l><l n="324">ταγός, γένος Λυρναῖος, εὐειδὴς ἀνήρ,</l><l n="325">κεῖται θανὼν δείλαιος οὐ μάλʼ  εὐτυχῶς·</l><l n="326">Συέννεσίς τε πρῶτος εἰς εὐψυχίαν,</l><l n="327">Κιλίκων ἄπαρχος, εἷς ἀνὴρ πλεῖστον πόνον</l><l n="328">ἐχθροῖς παρασχών εὐκλεῶς ἀπώλετο.</l><l n="329">τοσόνδε ταγῶν νῦν ὑπεμνήσθην πέρι.</l><l n="330">πολλῶν παρόντων δʼ ὀλίγʼ  ἀπαγγέλλω κακά.</l></sp><milestone n="331" unit="card"/><sp><speaker>Ἄτοσσα</speaker><l n="331">αἰαῖ, κακῶν ὕψιστα δὴ κλύω τάδε,</l></sp></div></div></body></text></TEI>