Ἀρτεμβάρης δὲ μυρίας ἵππου βραβεὺς στύφλους παρʼ ἀκτὰς θείνεται Σιληνιῶν. χὠ χιλίαρχος Δαδάκης πληγῇ δορὸς πήδημα κοῦφον ἐκ νεὼς ἀφήλατο· Τενάγων τʼ ἀριστεὺς Βακτρίων ἰθαιγενὴς θαλασσόπληκτον νῆσον Αἴαντος πολεῖ. Λίλαιος, Ἀρσάμης τε κἈργήστης τρίτος, οἵδʼ ἀμφὶ νῆσον τὴν πελειοθρέμμονα δινούμενοι ʼκύρισσον ἰσχυρὰν χθόνα· πηγαῖς τε Νείλου γειτονῶν Αἰγυπτίου Ἀρκτεύς, Ἀδεύης, καὶ φερεσσάκης τρίτος Φαρνοῦχος, οἵδε ναὸς ἐκ μιᾶς πέσον. Χρυσεὺς Μάταλλος μυριόνταρχος θανών, ἵππου μελαίνης ἡγεμὼν τρισμυρίας, πυρρὰν ζαπληθῆ δάσκιον γενειάδα ἔτεγγʼ, ἀμείβων χρῶτα πορφυρέᾳ βαφῇ. καὶ Μᾶγος Ἄραβος, Ἀρτάβης τε Βάκτριος, σκληρᾶς μέτοικος γῆς, ἐκεῖ κατέφθιτο. Ἄμιστρις Ἀμφιστρεύς τε πολύπονον δόρυ νωμῶν, ὅ τʼ ἐσθλὸς Ἀριόμαρδος Σάρδεσι πένθος παρασχών, Σεισάμης θʼ ὁ Μύσιος, Θάρυβίς τε πεντήκοντα πεντάκις νεῶν ταγός, γένος Λυρναῖος, εὐειδὴς ἀνήρ, κεῖται θανὼν δείλαιος οὐ μάλʼ εὐτυχῶς· Συέννεσίς τε πρῶτος εἰς εὐψυχίαν, Κιλίκων ἄπαρχος, εἷς ἀνὴρ πλεῖστον πόνον ἐχθροῖς παρασχών εὐκλεῶς ἀπώλετο. τοσόνδε ταγῶν νῦν ὑπεμνήσθην πέρι. πολλῶν παρόντων δʼ ὀλίγʼ ἀπαγγέλλω κακά. Ἄτοσσα αἰαῖ, κακῶν ὕψιστα δὴ κλύω τάδε,