πλήθουσι νεκρῶν δυσπότμως ἐφθαρμένων Σαλαμῖνος ἀκταὶ πᾶς τε πρόσχωρος τόπος. Χορός ὀτοτοτοῖ, φίλων ἁλίδονα μέλεα πολυβαφῆ κατθανόντα λέγεις φέρε- σθαι πλάγκτʼ ἐν διπλάκεσσιν. Ἄγγελος οὐδὲν γὰρ ἤρκει τόξα, πᾶς δʼ ἀπώλλυτο στρατὸς δαμασθεὶς ναΐοισιν ἐμβολαῖς Χορός ἴυζʼ ἄποτμον Πέρσαις δυσαιανῆ βοὰν δᾴοις, ὡς πάντα παγκάκως ἔφθισαν· αἰαῖ στρατοῦ φθαρέντος. Ἄγγελος ὦ πλεῖστον ἔχθος ὄνομα Σαλαμῖνος κλύειν. φεῦ, τῶν Ἀθηνῶν ὡς στένω μεμνημένος. Χορός στυγναί γʼ Ἀθᾶναι δᾴοις· μεμνῆσθαί τοι πάρα ὡς πολλὰς Περσίδων μάταν ἔκτισαν εὔνιδας ἠδʼ ἀνάνδρους. Ἄτοσσα σιγῶ πάλαι δύστηνος ἐκπεπληγμένη κακοῖς· ὑπερβάλλει γὰρ ἥδε συμφορὰ τὸ μήτε λέξαι μήτʼ ἐρωτῆσαι πάθη. ὅμως δʼ ἀνάγκη πημονὰς βροτοῖς φέρειν θεῶν διδόντων· πᾶν δʼ ἀναπτύξας πάθος λέξον καταστάς, κεἰ στένεις κακοῖς ὅμως. τίς οὐ τέθνηκε, τίνα δὲ καὶ πενθήσομεν τῶν ἀρχελείων, ὅστʼ ἐπὶ σκηπτουχίᾳ ταχθεὶς ἄνανδρον τάξιν ἠρήμου θανών; Ἄγγελος Ξέρξης μὲν αὐτὸς ζῇ τε καὶ βλέπει φάος. Ἄτοσσα ἐμοῖς μὲν εἶπας δώμασιν φάος μέγα καὶ λευκὸν ἦμαρ νυκτὸς ἐκ μελαγχίμου.