οὔτινος δοῦλοι κέκληνται φωτὸς οὐδʼ ὑπήκοοι. Ἄτοσσα πῶς ἂν οὖν μένοιεν ἄνδρας πολεμίους ἐπήλυδας; Χορός ὥστε Δαρείου πολύν τε καὶ καλὸν φθεῖραι στρατόν. Ἄτοσσα δεινά τοι λέγεις ἰόντων τοῖς τεκοῦσι φροντίσαι. Χορός ἀλλʼ ἐμοὶ δοκεῖν τάχʼ εἴσῃ πάντα νημερτῆ λόγον. τοῦδε γὰρ δράμημα φωτὸς Περσικὸν πρέπει μαθεῖν, καὶ φέρει σαφές τι πρᾶγος ἐσθλὸν ἢ κακὸν κλύειν. Ἄγγελος ὦ γῆς ἁπάσης Ἀσιάδος πολίσματα, ὦ Περσὶς αἶα καὶ πολὺς πλούτου λιμήν, ὡς ἐν μιᾷ πληγῇ κατέφθαρται πολὺς ὄλβος, τὸ Περσῶν δʼ ἄνθος οἴχεται πεσόν. ὤμοι, κακὸν μὲν πρῶτον ἀγγέλλειν κακά· ὅμως δʼ ἀνάγκη πᾶν ἀναπτύξαι πάθος, Πέρσαι· στρατὸς γὰρ πᾶς ὄλωλε βαρβάρων. Χορός ἄνιʼ ἄνια κακὰ νεόκοτα καὶ δάιʼ·. αἰαῖ, διαίνεσθε, Πέρσαι, τόδʼ ἄχος κλύοντες. Ἄγγελος ὡς πάντα γʼ ἔστʼ ἐκεῖνα διαπεπραγμένα· αὐτὸς δʼ ἀέλπτως νόστιμον βλέπω φάος. Χορός ἦ μακροβίοτος ὅδε γέ τις αἰὼν ἐφάνθη γεραιοῖς, ἀκούειν τόδε πῆμʼ ἄελπτον. Ἄγγελος καὶ μὴν παρών γε κοὐ λόγους ἄλλων κλύων, Πέρσαι, φράσαιμʼ ἂν οἷʼ ἐπορσύνθη κακά. Χορός ὀτοτοτοῖ, μάταν τὰ πολλὰ βέλεα παμμιγῆ γᾶς ἀπʼ Ἀσίδος ἦλθε δᾴ- αν ἐφʼ Ἑλλάδα χώραν.