<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="greek"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><div type="textpart" subtype="iambics"><sp><l n="212">πράξας μὲν εὖ θαυμαστὸς ἂν γένοιτʼ ἀνήρ,</l><l n="213">κακῶς δὲ πράξας, οὐχ ὑπεύθυνος πόλει,</l><l n="214">σωθεὶς δʼ ὁμοίως τῆσδε κοιρανεῖ χθονός.</l></sp></div><milestone n="215" unit="card"/><div type="textpart" subtype="trochees"><sp><speaker>Χορός</speaker><l n="215">οὔ σε βουλόμεσθα, μῆτερ, οὔτʼ ἄγαν φοβεῖν λόγοις</l><l n="216">οὔτε θαρσύνειν. θεοὺς δὲ προστροπαῖς ἱκνουμένη,</l><l n="217">εἴ τι φλαῦρον εἶδες, αἰτοῦ τῶνδʼ ἀποτροπὴν τελεῖν,</l><l n="218">τὰ δʼ ἀγάθʼ ἐκτελῆ γενέσθαι σοί τε καὶ τέκνοις σέθεν</l><l n="219">καὶ πόλει φίλοις τε πᾶσι.  δεύτερον δὲ χρὴ χοὰς</l><l n="220">Γῇ τε καὶ φθιτοῖς χέασθαι· πρευμενῶς δʼ αἰτοῦ τάδε,</l><l n="221">σὸν πόσιν Δαρεῖον, ὅνπερ φὴς ἰδεῖν κατʼ εὐφρόνην,</l><l n="222">ἐσθλά σοι πέμπειν τέκνῳ τε γῆς ἔνερθεν ἐς φάος,</l><l n="223">τἄμπαλιν δὲ τῶνδε γαίᾳ κάτοχα μαυροῦσθαι σκότῳ.</l><l n="224">ταῦτα θυμόμαντις ὤν σοι πρευμενῶς παρῄνεσα.</l><l n="225">εὖ δὲ πανταχῇ τελεῖν σοι τῶνδε κρίνομεν πέρι.</l></sp><sp><speaker>Ἄτοσσα</speaker><l n="226">ἀλλὰ μὴν εὔνους γʼ ὁ πρῶτος τῶνδʼ ἐνυπνίων κριτὴς</l><l n="227">παιδὶ καὶ δόμοις ἐμοῖσι τήνδʼ ἐκύρωσας φάτιν.</l><l n="228">ἐκτελοῖτο δὴ τὰ χρηστά· ταῦτα δʼ, ὡς ἐφίεσαι,</l><l n="229">πάντα θήσομεν θεοῖσι τοῖς τʼ ἔνερθε γῆς φίλοις,</l><l n="230">εὖτʼ ἂν εἰς οἴκους μόλωμεν.  κεῖνα  δʼ ἐκμαθεῖν θέλω,</l><l n="231">ὦ φίλοι, ποῦ τὰς Ἀθήνας φασὶν ἱδρῦσθαι χθονός.</l></sp><milestone n="232" unit="card"/><sp><speaker>Χορός</speaker><l n="232">τῆλε πρὸς δυσμαῖς ἄνακτος Ἡλίου φθινασμάτων.</l></sp><sp><speaker>Ἄτοσσα</speaker><l n="233">ἀλλὰ μὴν ἵμειρʼ ἐμὸς παῖς τήνδε θηρᾶσαι πόλιν;</l></sp><sp><speaker>Χορός</speaker><l n="234">πᾶσα γὰρ γένοιτʼ ἂν Ἑλλὰς βασιλέως ὑπήκοος.</l></sp><sp><speaker>Ἄτοσσα</speaker><l n="235">ὧδέ τις πάρεστιν αὐτοῖς ἀνδροπλήθεια στρατοῦ;</l></sp><sp><speaker>Χορός</speaker><l n="236">καὶ στρατὸς τοιοῦτος, ἔρξας πολλὰ δὴ Μήδους κακά.</l></sp><sp><speaker>Ἄτοσσα</speaker><l n="237">καὶ τί πρὸς τούτοισιν ἄλλο; πλοῦτος ἐξαρκὴς δόμοις;</l></sp><sp><speaker>Χορός</speaker><l n="238">ἀργύρου πηγή τις αὐτοῖς ἐστι, θησαυρὸς χθονός.</l></sp><sp><speaker>Ἄτοσσα</speaker><l n="239">πότερα γὰρ τοξουλκὸς αἰχμὴ διὰ χεροῖν αὐτοῖς πρέπει;</l></sp><sp><speaker>Χορός</speaker><l n="240">οὐδαμῶς· ἔγχη σταδαῖα καὶ φεράσπιδες σαγαί.</l></sp><sp><speaker>Ἄτοσσα</speaker><l n="241">τίς δὲ ποιμάνωρ ἔπεστι κἀπιδεσπόζει στρατῷ;</l></sp></div></div></div></body></text></TEI>