<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="greek"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><div type="textpart" subtype="iambics"><sp><l n="182">ἡ μὲν πέπλοισι Περσικοῖς ἠσκημένη,</l><l n="183">ἡ δʼ αὖτε Δωρικοῖσιν, εἰς ὄψιν μολεῖν,</l><l n="184">μεγέθει τε τῶν νῦν ἐκπρεπεστάτα πολύ,</l><l n="185">κάλλει τʼ ἀμώμω, καὶ κασιγνήτα γένους</l><l n="186">ταὐτοῦ· πάτραν δʼ ἔναιον ἡ μὲν Ἑλλάδα</l><l n="187">κλήρῳ λαχοῦσα γαῖαν, ἡ δὲ βάρβαρον.</l><l n="188">τούτω στάσιν τινʼ, ὡς ἐγὼ ʼδόκουν ὁρᾶν,</l><l n="189">τεύχειν ἐν ἀλλήλαισι· παῖς δʼ ἐμὸς μαθὼν</l><l n="190">κατεῖχε κἀπράυνεν, ἅρμασιν δʼ ὕπο</l><l n="191">ζεύγνυσιν αὐτὼ καὶ λέπαδνʼ ἐπʼ αὐχένων</l><l n="192">τίθησι.  χἠ μὲν τῇδʼ ἐπυργοῦτο στολῇ</l><l n="193">ἐν ἡνίαισί τʼ εἶχεν εὔαρκτον στόμα,</l><l n="194">ἡ δʼ ἐσφάδαζε, καὶ χεροῖν ἔντη δίφρου</l><l n="195">διασπαράσσει καὶ ξυναρπάζει βίᾳ</l><l n="196">ἄνευ χαλινῶν καὶ ζυγὸν θραύει μέσον.</l><l n="197">πίπτει δʼ ἐμὸς παῖς, καὶ πατὴρ παρίσταται</l><l n="198">Δαρεῖος οἰκτείρων σφε· τὸν δʼ ὅπως ὁρᾷ</l><l n="199">Ξέρξης, πέπλους ῥήγνυσιν ἀμφὶ σώματι.</l></sp><milestone n="200" unit="card"/><sp><l n="200"><milestone ed="P" unit="para"/>καὶ ταῦτα μὲν δὴ νυκτὸς εἰσιδεῖν λέγω.</l><l n="201">ἐπεὶ δʼ ἀνέστην καὶ χεροῖν καλλιρρόου</l><l n="202">ἔψαυσα πηγῆς, σὺν θυηπόλῳ χερὶ</l><l n="203">βωμὸν προσέστην, ἀποτρόποισι δαίμοσιν</l><l n="204">θέλουσα θῦσαι πέλανον, ὧν τέλη τάδε.</l><l n="205">ὁρῶ δὲ φεύγοντʼ αἰετὸν πρὸς ἐσχάραν</l><l n="206">Φοίβου· φόβῳ δʼ ἄφθογγος ἐστάθην, φίλοι·</l><l n="207">μεθύστερον δὲ κίρκον εἰσορῶ δρόμῳ</l><l n="208">πτεροῖς ἐφορμαίνοντα καὶ χηλαῖς κάρα</l><l n="209">τίλλονθʼ· ὁ δʼ οὐδὲν ἄλλο γʼ ἢ πτήξας δέμας</l><l n="210">παρεῖχε.  ταῦτʼ ἔμοιγε δείματʼ εἰσιδεῖν,</l><l n="211">ὑμῖν δʼ ἀκούειν.  εὖ γὰρ ἴστε, παῖς ἐμὸς</l></sp></div></div></div></body></text></TEI>