ἡ μὲν πέπλοισι Περσικοῖς ἠσκημένη, ἡ δʼ αὖτε Δωρικοῖσιν, εἰς ὄψιν μολεῖν, μεγέθει τε τῶν νῦν ἐκπρεπεστάτα πολύ, κάλλει τʼ ἀμώμω, καὶ κασιγνήτα γένους ταὐτοῦ· πάτραν δʼ ἔναιον ἡ μὲν Ἑλλάδα κλήρῳ λαχοῦσα γαῖαν, ἡ δὲ βάρβαρον. τούτω στάσιν τινʼ, ὡς ἐγὼ ʼδόκουν ὁρᾶν, τεύχειν ἐν ἀλλήλαισι· παῖς δʼ ἐμὸς μαθὼν κατεῖχε κἀπράυνεν, ἅρμασιν δʼ ὕπο ζεύγνυσιν αὐτὼ καὶ λέπαδνʼ ἐπʼ αὐχένων τίθησι. χἠ μὲν τῇδʼ ἐπυργοῦτο στολῇ ἐν ἡνίαισί τʼ εἶχεν εὔαρκτον στόμα, ἡ δʼ ἐσφάδαζε, καὶ χεροῖν ἔντη δίφρου διασπαράσσει καὶ ξυναρπάζει βίᾳ ἄνευ χαλινῶν καὶ ζυγὸν θραύει μέσον. πίπτει δʼ ἐμὸς παῖς, καὶ πατὴρ παρίσταται Δαρεῖος οἰκτείρων σφε· τὸν δʼ ὅπως ὁρᾷ Ξέρξης, πέπλους ῥήγνυσιν ἀμφὶ σώματι. καὶ ταῦτα μὲν δὴ νυκτὸς εἰσιδεῖν λέγω. ἐπεὶ δʼ ἀνέστην καὶ χεροῖν καλλιρρόου ἔψαυσα πηγῆς, σὺν θυηπόλῳ χερὶ βωμὸν προσέστην, ἀποτρόποισι δαίμοσιν θέλουσα θῦσαι πέλανον, ὧν τέλη τάδε. ὁρῶ δὲ φεύγοντʼ αἰετὸν πρὸς ἐσχάραν Φοίβου· φόβῳ δʼ ἄφθογγος ἐστάθην, φίλοι· μεθύστερον δὲ κίρκον εἰσορῶ δρόμῳ πτεροῖς ἐφορμαίνοντα καὶ χηλαῖς κάρα τίλλονθʼ· ὁ δʼ οὐδὲν ἄλλο γʼ ἢ πτήξας δέμας παρεῖχε. ταῦτʼ ἔμοιγε δείματʼ εἰσιδεῖν, ὑμῖν δʼ ἀκούειν. εὖ γὰρ ἴστε, παῖς ἐμὸς