<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="greek"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="choral"><div type="textpart" subtype="anapests"><sp><l n="152">βασίλεια δʼ ἐμή· προσπίτνω·</l><l n="153">καὶ προσφθόγγοις δὲ χρεὼν αὐτὴν</l><l n="154">πάντας μύθοισι προσαυδᾶν.</l></sp></div><milestone n="155" unit="card"/><div type="textpart" subtype="trochees"><sp><speaker>Χορός</speaker><l n="155">ὦ βαθυζώνων ἄνασσα Περσίδων ὑπερτάτη,</l><l n="156">μῆτερ ἡ Ξέρξου γεραιά, χαῖρε, Δαρείου γύναι·</l><l n="157">θεοῦ μὲν εὐνάτειρα Περσῶν, θεοῦ δὲ καὶ μήτηρ ἔφυς,</l><l n="158">εἴ τι μὴ δαίμων παλαιὸς νῦν μεθέστηκε στρατῷ.</l></sp></div></div><milestone n="159" unit="card"/><div type="textpart" subtype="episode"><div type="textpart" subtype="trochees"><sp><speaker>Ἄτοσσα</speaker><l n="159">ταῦτα δὴ λιποῦσʼ ἱκάνω χρυσεοστόλμους δόμους</l><l n="160">καὶ τὸ Δαρείου τε κἀμὸν κοινὸν εὐνατήριον.</l><l n="161">κἀμὲ καρδίαν ἀμύσσει φροντίς·  ἐς δʼ ὑμᾶς ἐρῶ</l><l n="162">μῦθον οὐδαμῶς ἐμαυτῆς οὖσʼ ἀδείμαντος, φίλοι,</l><l n="163">μὴ μέγας πλοῦτος κονίσας οὖδας ἀντρέψῃ ποδὶ</l><l n="164">ὄλβον, ὃν Δαρεῖος ἦρεν οὐκ ἄνευ θεῶν τινος.</l><l n="165">ταῦτά μοι διπλῆ μέριμνα φραστός ἐστιν ἐν φρεσίν,</l><l n="166">μήτε χρημάτων ἀνάνδρων πλῆθος ἐν τιμῇ σέβειν</l><l n="167">μήτʼ ἀχρημάτοισι λάμπειν φῶς ὅσον σθένος πάρα.</l><l n="168">ἔστι γὰρ πλοῦτός γʼ ἀμεμφής, ἀμφὶ δʼ ὀφθαλμῷ φόβος·</l><l n="169">ὄμμα γὰρ δόμων νομίζω δεσπότου παρουσίαν.</l><l n="170">πρὸς τάδʼ ὡς οὕτως ἐχόντων τῶνδε, σύμβουλοι λόγου</l><l n="171">τοῦδέ μοι γένεσθε, Πέρσαι, γηραλέα πιστώματα·</l><l n="172">πάντα γὰρ τὰ κέδνʼ ἐν ὑμῖν ἐστί μοι βουλεύματα.</l></sp><sp><speaker>Χορός</speaker><l n="173">εὖ τόδʼ ἴσθι, γῆς ἄνασσα τῆσδε, μή σε δὶς φράσαι</l><l n="174">μήτʼ ἔπος μήτʼ ἔργον ὧν ἂν δύναμις ἡγεῖσθαι θέλῃ·</l><l n="175">εὐμενεῖς γὰρ ὄντας ἡμᾶς τῶνδε συμβούλους καλεῖς.</l></sp></div><milestone n="176" unit="card"/><div type="textpart" subtype="iambics"><sp><speaker>Ἄτοσσα</speaker><l n="176">πολλοῖς μὲν αἰεὶ νυκτέροις ὀνείρασιν</l><l n="177">ξύνειμʼ, ἀφʼ οὗπερ παῖς ἐμὸς στείλας στρατὸν</l><l n="178">Ἰαόνων γῆν οἴχεται πέρσαι θέλων·</l><l n="179">ἀλλʼ οὔτι πω τοιόνδʼ ἐναργὲς εἰδόμην</l><l n="180">ὡς τῆς πάροιθεν εὐφρόνης· λέξω δέ σοι.</l><l n="181">ἐδοξάτην μοι δύο γυναῖκʼ εὐείμονε,</l></sp></div></div></div></body></text></TEI>