ἀντίδουπον ᾄσεται, ὀᾶ, τοῦτʼ ἔπος γυναικοπλη- θὴς ὅμιλος ἀπύων, βυσσίνοις δʼ ἐν πέπλοις πέσῃ λακίς. Χορός πᾶς γὰρ ἱππηλάτας καὶ πεδοστιβὴς λεὼς σμῆνος ὣς ἐκλέλοιπεν μελισ- σᾶν σὺν ὀρχάμῳ στρατοῦ, τὸν ἀμφίζευκτον ἐξαμείψας ἀμφοτέρας ἅλιον πρῶνα κοινὸν αἴας. Χορός λέκτρα δʼ ἀνδρῶν πόθῳ πίμπλαται δακρύμασιν· Περσίδες δʼ ἁβροπενθεῖς ἑκά- στα πόθῳ φιλάνορι τὸν αἰχμάεντα θοῦρον εὐνα- τῆρʼ ἀποπεμψαμένα λείπεται μονόζυξ. Χορός ἀλλʼ ἄγε, Πέρσαι, τόδʼ ἐνεζόμενοι στέγος ἀρχαῖον, φροντίδα κεδνὴν καὶ βαθύβουλον θώμεθα, χρεία δὲ προσήκει, πῶς ἄρα πράσσει Ξέρξης βασιλεὺς Δαρειογενής, τὸ πατρωνύμιον γένος ἡμέτερον· πότερον τόξου ῥῦμα τὸ νικῶν, ἢ δορικράνου λόγχης ἰσχὺς κεκράτηκεν. ἀλλʼ ἥδε θεῶν ἴσον ὀφθαλμοῖς φάος ὁρμᾶται μήτηρ βασιλέως,