καὶ ψάλλʼ ἔθειραν καὶ κατοίκτισαι στρατόν. Χορός ἄπριγδʼ ἄπριγδα μάλα γοεδνά. Ξέρξης διαίνου δʼ ὄσσε. Χορός τέγγομαί τοι. Ξέρξης βόα νυν ἀντίδουπά μοι. Χορός οἰοῖ οἰοῖ. Ξέρξης αἰακτὸς ἐς δόμους κίε. Χορός ἰὼ ἰώ, Περσὶς αἶα δύσβατος . Ξέρξης ἰωὰ δὴ κατʼ ἄστυ. Χορός ἰωὰ δῆτα, ναὶ ναί. Ξέρξης γοᾶσθʼ ἁβροβάται. Χορός ἰὼ ἰώ, Περσὶς αἶα δύσβατος. Ξέρξης ἰὴ ἰὴ τρισκάλμοισιν, ἰὴ ἰή, βάρισιν ὀλόμενοι. Χορός πέμψω τοί σε δυσθρόοις γόοις.