διαίνομαι γοεδνὸς ὤν. Ξέρξης βόα νυν ἀντίδουπά μοι. Χορός μέλειν πάρεστι, δέσποτα. Ξέρξης ἐπορθίαζέ νυν γόοις. Χορός ὀτοτοτοτοῖ. μέλαινα δʼ ἀμμεμείξεται, οἴ, στονόεσσα πλαγά. Ξέρξης καὶ στέρνʼ ἄρασσε κἀπιβόα τὸ Μύσιον. Χορός ἄνιʼ ἄνια. Ξέρξης καί μοι γενείου πέρθε λευκήρη τρίχα. Χορός ἄπριγδʼ ἄπριγδα μάλα γοεδνά. Ξέρξης ἀύτει δʼ ὀξύ. Χορός καὶ τάδʼ ἔρξω. Ξέρξης πέπλον δʼ ἔρεικε κολπίαν ἀκμῇ χερῶν. Χορός ἄνιʼ ἄνια.