καὶ πλέον ἢ παπαῖ μὲν οὖν. Χορός δίδυμα γάρ ἐστι καὶ τριπλᾶ— Ξέρξης λυπρά, χάρματα δʼ ἐχθροῖς. Χορός καὶ σθένος γʼ ἐκολούσθη— Ξέρξης γυμνός εἰμι προπομπῶν. Χορός φίλων ἄταισι ποντίαισιν· Ξέρξης δίαινε δίαινε πῆμα· πρὸς δόμους δʼ ἴθι. Χορός αἰαῖ αἰαῖ, δύα δύα. Ξέρξης βόα νυν ἀντίδουπά μοι. Χορός δόσιν κακὰν κακῶν κακοῖς. Ξέρξης ἴυζε μέλος ὁμοῦ τιθείς. Χορός ὀτοτοτοτοῖ. βαρεῖά γʼ ἅδε συμφορά. οἲ μάλα καὶ τόδʼ ἀλγῶ. Ξέρξης ἔρεσσʼ ἔρεσσε καὶ στέναζʼ ἐμὴν χάριν. Χορός διαίνομαι γοεδνὸς ὤν. Ξέρξης βόα νυν ἀντίδουπά μοι. Χορός μέλειν πάρεστι, δέσποτα. Ξέρξης ἐπορθίαζέ νυν γόοις. Χορός ὀτοτοτοτοῖ. μέλαινα δʼ ἀμμεμείξεται, οἴ, στονόεσσα πλαγά. Ξέρξης καὶ στέρνʼ ἄρασσε κἀπιβόα τὸ Μύσιον. Χορός ἄνιʼ ἄνια. Ξέρξης καί μοι γενείου πέρθε λευκήρη τρίχα. Χορός ἄπριγδʼ ἄπριγδα μάλα γοεδνά. Ξέρξης ἀύτει δʼ ὀξύ. Χορός καὶ τάδʼ ἔρξω. Ξέρξης πέπλον δʼ ἔρεικε κολπίαν ἀκμῇ χερῶν. Χορός ἄνιʼ ἄνια.