τον τάλας πέπληγμαι. Χορός τί δʼ οὔκ; ὄλωλεν μεγάλως τὰ Περσᾶν. Ξέρξης ὁρᾷς τὸ λοιπὸν τόδε τᾶς ἐμᾶς στολᾶς; Χορός ὁρῶ ὁρῶ. Ξέρξης τόνδε τʼ ὀιστοδέγμονα— Χορός τί τόδε λέγεις σεσωσμένον; Ξέρξης θησαυρὸν βελέεσσιν; Χορός βαιά γʼ ὡς ἀπὸ πολλῶν. Ξέρξης ἐσπανίσμεθʼ ἀρωγῶν. Χορός Ἰάνων λαὸς οὐ φυγαίχμας. Ξέρξης ἀγανόρειος· κατεῖ- δον δὲ πῆμʼ ἄελπτον. Χορός τραπέντα ναύφρακτον ἐρεῖς ὅμιλον; Ξέρξης πέπλον δʼ ἐπέρρηξʼ ἐπὶ συμφορᾷ κακοῦ. Χορός παπαῖ παπαῖ.