οὐκ ἀμφὶ σκηναῖς τροχηλάτοισιν ὄπιθεν δʼ· ἑπομένους. Ξέρξης βεβᾶσι γὰρ τοίπερ ἀγρέται στρατοῦ. Χορός βεβᾶσιν, οἴ, νώνυμοι. Ξέρξης ἰὴ ἰή, ἰὼ ἰώ. Χορός ἰὼ ἰώ, δαίμονες, ἔθεθʼ ἄελπτον κακὸν διαπρέπον, οἷον δέδορκεν Ἄτα. Ξέρξης πεπλήγμεθʼ οἵᾳ διʼ αἰῶνος τύχᾳ· Χορός πεπλήγμεθʼ· εὔδηλα γάρ· Ξέρξης νέᾳ νέᾳ δύᾳ δύᾳ. Χορός κύρσαντες οὐκ εὐτυχῶς Ἰάνων ναυβατᾶν. δυσπόλεμον δὴ γένος τὸ Περσᾶν. Ξέρξης πῶς δʼ οὔ; στρατὸν μὲν τοσοῦ- τον τάλας πέπληγμαι. Χορός τί δʼ οὔκ; ὄλωλεν μεγάλως τὰ Περσᾶν. Ξέρξης ὁρᾷς τὸ λοιπὸν τόδε τᾶς ἐμᾶς στολᾶς; Χορός ὁρῶ ὁρῶ. Ξέρξης τόνδε τʼ ὀιστοδέγμονα— Χορός τί τόδε λέγεις σεσωσμένον; Ξέρξης θησαυρὸν βελέεσσιν; Χορός βαιά γʼ ὡς ἀπὸ πολλῶν. Ξέρξης ἐσπανίσμεθʼ ἀρωγῶν. Χορός Ἰάνων λαὸς οὐ φυγαίχμας. Ξέρξης ἀγανόρειος· κατεῖ- δον δὲ πῆμʼ ἄελπτον. Χορός τραπέντα ναύφρακτον ἐρεῖς ὅμιλον; Ξέρξης πέπλον δʼ ἐπέρρηξʼ ἐπὶ συμφορᾷ κακοῦ. Χορός παπαῖ παπαῖ.