οὐκ ἀμφὶ σκηναῖς τροχηλάτοισιν ὄπιθεν δʼ· ἑπομένους. Ξέρξης βεβᾶσι γὰρ τοίπερ ἀγρέται στρατοῦ. Χορός βεβᾶσιν, οἴ, νώνυμοι. Ξέρξης ἰὴ ἰή, ἰὼ ἰώ. Χορός ἰὼ ἰώ, δαίμονες, ἔθεθʼ ἄελπτον κακὸν διαπρέπον, οἷον δέδορκεν Ἄτα. Ξέρξης πεπλήγμεθʼ οἵᾳ διʼ αἰῶνος τύχᾳ· Χορός πεπλήγμεθʼ· εὔδηλα γάρ· Ξέρξης νέᾳ νέᾳ δύᾳ δύᾳ. Χορός κύρσαντες οὐκ εὐτυχῶς Ἰάνων ναυβατᾶν. δυσπόλεμον δὴ γένος τὸ Περσᾶν. Ξέρξης πῶς δʼ οὔ; στρατὸν μὲν τοσοῦ-