Τάδε μὲν Περσῶν τῶν οἰχομένων Ἑλλάδʼ ἐς αἶαν πιστὰ καλεῖται, καὶ τῶν ἀφνεῶν καὶ πολυχρύσων ἑδράνων φύλακες, κατὰ πρεσβείαν οὓς αὐτὸς ἄναξ Ξέρξης βασιλεὺς Δαρειογενὴς εἵλετο χώρας ἐφορεύειν. ἀμφὶ δὲ νόστῳ τῷ βασιλείῳ καὶ πολυχρύσου στρατιᾶς ἤδη κακόμαντις ἄγαν ὀρσολοπεῖται θυμὸς ἔσωθεν. πᾶσα γὰρ ἰσχὺς Ἀσιατογενὴς ᾤχωκε, νέον δʼ ἄνδρα βαΰζει, κοὔτε τις ἄγγελος οὔτε τις ἱππεὺς ἄστυ τὸ Περσῶν ἀφικνεῖται· οἵτε τὸ Σούσων ἠδʼ Ἀγβατάνων καὶ τὸ παλαιὸν Κίσσιον ἕρκος προλιπόντες ἔβαν, τοὶ μὲν ἐφʼ ἵππων. τοὶ δʼ ἐπὶ ναῶν, πεζοί τε βάδην πολέμου στῖφος παρέχοντες· οἷος Ἀμίστρης ἠδʼ Ἀρταφρένης καὶ Μεγαβάτης ἠδʼ Ἀστάσπης, ταγοὶ Περσῶν, βασιλῆς βασιλέως ὕποχοι μεγάλου, σοῦνται, στρατιᾶς πολλῆς ἔφοροι, τοξοδάμαντές τʼ ἠδʼ ἱπποβάται, φοβεροὶ μὲν ἰδεῖν, δεινοὶ δὲ μάχην ψυχῆς εὐτλήμονι δόξῃ· Ἀρτεμβάρης θʼ ἱππιοχάρμης καὶ Μασίστρης, ὅ τε τοξοδάμας