ἐσθλὸς Ἰμαῖος, Φαρανδάκης θ᾽, ἵππων τ᾽ ἐλατὴρ Σοσθάνης. ἄλλους δ᾽ ὁ μέγας καὶ πολυθρέμμων Νεῖλος ἔπεμψεν: Σουσισκάνης, Πηγασταγὼν Αἰγυπτογενής, ὅ τε τῆς ἱερᾶς Μέμφιδος ἄρχων μέγας Ἀρσάμης, τάς τ᾽ ὠγυγίους Θήβας ἐφέπων Ἀριόμαρδος, καὶ ἑλειοβάται ναῶν ἐρέται δεινοὶ πλῆθός τ᾽ ἀνάριθμοι. ἁβροδιαίτων δ᾽ ἕπεται Λυδῶν ὄχλος, οἵτ᾽ ἐπίπαν ἠπειρογενὲς κατέχουσιν ἔθνος, τοὺς Μιτρογαθὴς Μιτρογαθὴς recc. duo: μητρογάθης M G Ἀρκτεύς τ᾽ ἀγαθός, βασιλῆς δίοποι, καὶ πολύχρυσοι Σάρδεις ἐπόχους πολλοῖς ἅρμασιν ἐξορμῶσιν, δίρρυμά τε καὶ τρίρρυμα τρίρρυμα recc.: τίρρυμα M τέλη, φοβερὰν ὄψιν προσιδέσθαι. στεῦται στεῦται rec. et schol. M: στεῦνται ( ν puncto notata) M δ᾽ ἱεροῦ Τμώλου πελάτης πελάτης Weil: πελάται codd. ζυγὸν ἀμφιβαλεῖν δούλιον δούλιον Scaliger: δούλειον codd. Ἑλλάδι, Μάρδων, Θάρυβις, λόγχης ἄκμονες, καὶ ἀκοντισταὶ Μυσοί: Βαβυλὼν δ᾽ ἡ πολύχρυσος πάμμικτον ὄχλον πέμπει σύρδην, ναῶν τ᾽ ἐπόχους καὶ καὶ omittit G τοξουλκῷ λήματι πιστούς: τὸ μαχαιροφόρον τ᾽ ἔθνος ἐκ πάσης Ἀσίας ἕπεται δειναῖς βασιλέως ὑπὸ πομπαῖς. τοιόνδ᾽ ἄνθος Περσίδος αἴας οἴχεται ἀνδρῶν,