πράξας μὲν εὖ θαυμαστὸς ἂν γένοιτ᾽ ἀνήρ, κακῶς δὲ πράξασ—οὐχ ὑπεύθυνος πόλει, σωθεὶς δ᾽ ὁμοίως τῆσδε κοιρανεῖ χθονός. Χορός οὔ σε βουλόμεσθα, μῆτερ, οὔτ᾽ ἄγαν φοβεῖν λόγοις οὔτε θαρσύνειν. θρασύνειν M θεοὺς δὲ προστροπαῖς ἱκνουμένη, εἴ τι φλαῦρον εἶδες, αἰτοῦ τῶνδ᾽ ἀποτροπὴν τελεῖν, τὰ δ᾽ ἀγάθ᾽ ἀγάθ᾽ recc.: αγαθὰ δ᾽ M ἐκτελῆ γενέσθαι σοί τε καὶ τέκνοις τέκνοις ] τέκνῳ rec. σέθεν καὶ πόλει φίλοις τε πᾶσι. δεύτερον δὲ χρὴ χοὰς γῇ τε καὶ φθιτοῖς χέασθαι: πρευμενῶς δ᾽ αἰτοῦ τάδε, σὸν πόσιν Δαρεῖον, ὅνπερ φὴς ἰδεῖν κατ᾽ εὐφρόνην, ἐσθλά σοι πέμπειν τέκνῳ τε γῆς ἔνερθεν ἐς φάος, τἄμπαλιν δὲ τῶνδε γαίᾳ κάτοχ᾽ ἀμαυροῦσθαι σκότῳ. ταῦτα θυμόμαντις ὢν σοὶ πρευμενῶς παρῄνεσα: εὖ δὲ πανταχῇ τελεῖν σοι τῶνδε κρίνομεν πέρι. Ἄτοσσα ἀλλὰ μὴν εὔνους γ᾽ ὁ πρῶτος τῶνδ᾽ ἐνυπνίων κριτὴς παιδὶ καὶ δόμοις ἐμοῖσι τήνδ᾽ ἐκύρωσας φάτιν. ἐκτελοῖτο δὴ δὴ recc.: δὲ M G τὰ χρηστά: ταῦτα δ᾽, ὡς ἐφίεσαι, πάντα θήσομεν θεοῖσι τοῖς τ᾽ ἔνερθε γῆς φίλοις, εὖτ᾽ ἂν εἰς οἴκους μόλωμεν. κεῖνο κεῖνο Dindorf: κεῖνα codd. δ᾽ ἐκμαθεῖν θέλω, ὦ φίλοι, ποῦ τὰς Ἀθήνας φασὶν ἱδρῦσθαι χθονός. Χορός τῆλε πρὸς δυσμαῖς ἄνακτος Ἡλίου φθινασμάτων. Ἄτοσσα ἀλλὰ μὴν ἵμειρ᾽ ἐμὸς παῖς τήνδε θηρᾶσαι πόλιν; Χορός πᾶσα γὰρ γένοιτ᾽ ἂν Ἑλλὰς βασιλέως ὑπήκοος. Ἄτοσσα ὧδέ τις πάρεστιν αὐτοῖς ἀνδροπλήθεια στρατοῦ; Χορός καὶ στρατὸς τοιοῦτος, ἔρξας πολλὰ δὴ Μήδους κακά. Ἄτοσσα καὶ τί πρὸς τούτοισιν ἄλλο; πλοῦτος ἐξαρκὴς δόμοις; Χορός ἀργύρου πηγή τις αὐτοῖς ἐστι, θησαυρὸς χθονός. Ἄτοσσα πότερα γὰρ τοξουλκὸς αἰχμὴ διὰ χερῶν χερῶν Brunck: χερὸς codd. αὐτοῖς αὐτοῖς ] λαοῖς Enger: δᾳοῖς Stadtmüller ( χερὸς utrimque servato) πρέπει; Χορός οὐδαμῶς: ἔγχη σταδαῖα καὶ φεράσπιδες σαγαί. Ἄτοσσα τίς δὲ ποιμάνωρ ἔπεστι κἀπιδεσπόζει στρατῷ;