ἡ μὲν πέπλοισι Περσικοῖς ἠσκημένη, ἡ δ᾽ αὖτε Δωρικοῖσιν, εἰς ὄψιν μολεῖν, μεγέθει τε τῶν νῦν ἐκπρεπεστάτα πολύ, κάλλει τ᾽ ἀμώμω, καὶ κασιγνήτα γένους ταὐτοῦ: πάτραν δ᾽ ἔναιον ἡ μὲν Ἑλλάδα κλήρῳ λαχοῦσα γαῖαν, ἡ δὲ βάρβαρον. τούτω στάσιν τιν᾽, ὡς ἐγὼ ᾽δόκουν ὁρᾶν, τεύχειν ἐν ἀλλήλαισι: ἀλλήλῃσι (Ionice) M παῖς δ᾽ ἐμὸς μαθὼν κατεῖχε κἀπράυνεν, ἅρμασιν δ᾽ ὕπο ζεύγνυσιν αὐτὼ καὶ λέπαδν᾽ ἐπ᾽ αὐχένων ἐπ᾽ αὐχένων recc.: ὑπαυχένων M τίθησι. χἠ μὲν τῇδ᾽ ἐπυργοῦτο στολῇ ἐν ἡνίαισί τ᾽ ἡνίαισί τ᾽ Blomfield: ἡνίαισιν M P: ἡνίαισι δ᾽ recc. εἶχεν εὔαρκτον στόμα, ἡ δ᾽ ἐσφάδᾳζε, καὶ χεροῖν ἔντη ἔντη Scaliger: ἐντῆ M δίφρου διασπαράσσει, καὶ ξυναρπάζει βίᾳ ἄνευ χαλινῶν καὶ ζυγὸν θραύει μέσον. πίπτει δ᾽ ἐμὸς παῖς, καὶ πατὴρ παρίσταται Δαρεῖος οἰκτείρων σφε: τὸν δ᾽ ὅπως ὁρᾷ Ξέρξης, πέπλους ῥήγνυσιν ἀμφὶ σώματι. καὶ ταῦτα μὲν δὴ νυκτὸς εἰσιδεῖν λέγω. ἐπεὶ δ᾽ ἀνέστην καὶ χεροῖν καλλιρρόου ἔψαυσα πηγῆς, σὺν θυηπόλῳ χερὶ βωμὸν προσέστην, ἀποτρόποισι δαίμοσιν θέλουσα θῦσαι πέλανον, ὧν τέλη τάδε. ὁρῶ δὲ φεύγοντ᾽ αἰετὸν πρὸς ἐσχάραν Φοίβου: φόβῳ δ᾽ ἄφθογγος ἐστάθην, φίλοι: μεθύστερον μεθ᾽ ὕστερον M δὲ κίρκον εἰσορῶ δρόμῳ πτεροῖς ἐφορμαίνοντα καὶ χηλαῖς κάρα τίλλονθ᾽: ὁ δ᾽ οὐδὲν ἄλλο γ᾽ ἢ πτήξας δέμας παρεῖχε. ταῦτ᾽ ἔμοιγε δείματ᾽ εἰσιδεῖν, εἰσιδεῖν Hartung: ἐς ἰδεῖν M: ἔστ᾽ ἰδεῖν recc. ὑμῖν δ᾽ ἀκούειν. εὖ γὰρ ἴστε, παῖς ἐμὸς