βασίλεια δ᾽ ἐμή, προσπίτνω: προσπίτνω ] προσπίτνω προσκυνῶ (scholio iniuria illato) M καὶ προσφθόγγοις δὲ χρεὼν αὐτὴν πάντας μύθοισι προσαυδᾶν. Χορός ὦ βαθυζώνων ἄνασσα Περσίδων ὑπερτάτη, μῆτερ ἡ Ξέρξου γεραιά, χαῖρε, Δαρείου γύναι: θεοῦ μὲν εὐνάτειρα εὐνάτειρα recc.: εὐνήτειρα M Περσῶν, θεοῦ δὲ καὶ μήτηρ ἔφυς, εἴ τι μὴ δαίμων παλαιὸς νῦν μεθέστηκε στρατῷ. Ατοσσα ταῦτα δὴ λιποῦσ᾽ ἱκάνω χρυσεοστόλμους δόμους καὶ τὸ Δαρείου τε κἀμὸν κοινὸν εὐνατήριον. καί με καρδίαν ἀμύσσει φροντίς: ἐς δ᾽ ὑμᾶς ἐρῶ μῦθον, οὐδαμῶς ἐμαυτῆς οὖσ᾽ ἀδείμαντος, οὖσ᾽ ἀδείμαντος ] οὐδ᾽ ἀδείμαντον Weil φίλοι, μὴ μέγας πλοῦτος πλοῦτος ] δαίμων Heimsoeth κονίσας οὖδας ἀντρέψῃ ποδὶ ὄλβον, ὃν Δαρεῖος ἦρεν οὐκ ἄνευ θεῶν τινός. ταῦτά μοι διπλῆ μέριμνα φραστός μέριμνα φραστός C. G. Haupt: μέριμν᾽ ἄφραστος codd. ἐστιν ἐν φρεσίν, μήτε χρημάτων ἀνάνδρων πλῆθος ἐν τιμῇ σέβειν μήτ᾽ ἀχρημάτοισι λάμπειν φῶς ὅσον σθένος πάρα. ἔστι γὰρ πλοῦτός γ᾽ ἀμεμφής, ἀμφὶ δ᾽ ὀφθαλμῷ ὀφθαλμῷ Heimsoeth: ὀφθαλμοῖς codd. φόβος: ὄμμα γὰρ δόμων νομίζω δεσπότου παρουσίαν. πρὸς τάδ᾽ ὡς οὕτως ἐχόντων τῶνδε, σύμβουλοι λόγου τοῦδέ μοι γένεσθε, Πέρσαι, γηραλέα πιστώματα: πάντα γὰρ τὰ κέδν᾽ ἐν ὑμῖν ἐστί μοι βουλεύματα. Χορός εὖ τόδ᾽ ἴσθι, γῆς ἄνασσα τῆσδε, μή σε δὶς φράσαι μήτ᾽ ἔπος μήτ᾽ ἔργον ὧν ἂν δύναμις δύναμις recc.: δυνάμεις M ἡγεῖσθαι θέλῃ: θέλῃ ] θέλει ( ει in η mutatum m 1 ) M εὐμενεῖς γὰρ ὄντας ἡμᾶς τῶνδε συμβούλους καλεῖς. Ἄτοσσα πολλοῖς μὲν αἰεὶ αἰεὶ V: ἀεὶ M G νυκτέροις ὀνείρασιν ξύνειμ᾽, ἀφ᾽ οὗπερ παῖς ἐμὸς στείλας στρατὸν Ἰαόνων γῆν οἴχεται πέρσαι θέλων: ἀλλ᾽ οὔτι πω τοιόνδ᾽ ἐναργὲς εἰδόμην ὡς τῆς πάροιθεν εὐφρόνης: λέξω δέ σοι. ἐδοξάτην μοι μοι recc.: om. M δύο γυναῖκ᾽ εὐείμονε,