<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0085.tlg001.perseus-grc2"><div type="textpart" subtype="episode"><div type="textpart" subtype="trochees"><sp><l n="985">ἐμοὶ δʼ ὀπαδοὺς τούσδε καὶ δορυσσόους</l><l n="986">ἔταξαν, ὡς ἔχοιμι τίμιον γέρας,</l><l n="987">καὶ μὴ ʼξ ἀέλπτων δορικανεῖ μόρῳ θανὼν</l><l n="988">λάθοιμι, χώρᾳ δʼ ἄχθος ἀείζων πέλοι.</l><l n="989">τοιῶνδε τυγχάνοντας ἐκ πρυμνῆς φρενὸς</l><l n="990">χάριν σέβεσθαι τιμιωτέραν χρεών.</l><l n="991">καὶ ταῦθʼ ἅμʼ ἐγγράψασθε πρὸς γεγραμμένοις</l><l n="992">πολλοῖσιν ἄλλοις σωφρονίσμασιν πατρός,</l><l n="993">ἀγνῶθʼ ὅμιλον ἐξελέγχεσθαι χρόνῳ.</l><l n="994">πᾶς δʼ ἐν μετοίκῳ γλῶσσαν εὔτυκον φέρει</l><l n="995">κακήν, τό τʼ εἰπεῖν εὐπετὲς μύσαγμά πως.</l><l n="996">ὑμᾶς δʼ ἐπαινῶ μὴ καταισχύνειν ἐμέ,</l><l n="997">ὥραν ἐχούσας τήνδʼ ἐπίστρεπτον βροτοῖς.</l><l n="998">τέρεινʼ ὀπώρα δʼ εὐφύλακτος οὐδαμῶς·</l><l n="999">θῆρες δὲ κηραίνουσι καὶ βροτοί, τί μήν;</l><l n="1000">καὶ κνώδαλα πτεροῦντα καὶ πεδοστιβῆ.</l><l n="1001"><sic>καρπώματα στάζοντα κηρύσσει Κύπρις</sic></l><l n="1002"><sic>καλωρα κωλύουσαν θωσμένειν ἐρῶ,</sic></l><l n="1003">καὶ παρθένων χλιδαῖσιν εὐμόρφοις ἔπι</l><l n="1004">πᾶς τις παρελθὼν ὄμματος θελκτήριον</l><l n="1005">τόξευμʼ ἔπεμψεν, ἱμέρου νικώμενος.</l><l n="1006">πρὸς ταῦτα μὴ πάθωμεν ὧν πολὺς πόνος</l><l n="1007">πολὺς δὲ πόντος οὕνεκʼ ἠρόθη δορί,</l><l n="1008">μηδʼ αἶσχος ἡμῖν, ἡδονὴν δʼ ἐχθροῖς ἐμοῖς</l><l n="1009">πράξωμεν. οἴκησις δὲ καὶ διπλῆ πάρα</l><l n="1010">τὴν μὲν Πελασγός, τὴν δὲ καὶ πόλις διδοῖ,</l><l n="1011">οἰκεῖν λάτρων ἄτερθεν· εὐπετῆ τάδε.</l><l n="1012">μόνον φύλαξαι τάσδʼ ἐπιστολὰς πατρός,</l><l n="1013">τὸ σωφρονεῖν τιμῶσα τοῦ βίου πλέον.</l></sp><sp><speaker>Χορός</speaker><l n="1014">τἄλλʼ εὐτυχοῖμεν πρὸς θεῶν Ὀλυμπίων.</l></sp></div></div></div></body></text></TEI>