ἔνθʼ ὑμίν ἐστιν εὐτύκους ναίειν δόμους πολλῶν μετʼ ἄλλων· εἰ δέ τις μείζων χάρις, πάρεστιν οἰκεῖν καὶ μονορρύθμους δόμους. τούτων τὰ λῷστα καὶ τὰ θυμηδέστατα πάρεστι, λωτίσασθε. προστάτης δʼ ἐγὼ ἀστοί τε πάντες, ὧνπερ ἥδε κραίνεται ψῆφος. τί τῶνδε κυριωτέρους μένεις; Χορός ἀλλʼ ἀντʼ ἀγαθῶν ἀγαθοῖσι βρύοις, δῖε Πελασγῶν. πέμψον δὲ πρόφρων δεῦρʼ ἡμέτερον πατέρʼ εὐθαρσῆ Δαναόν, πρόνοον καὶ βούλαρχον. τοῦ γὰρ προτέρα μῆτις, ὅπου χρὴ δώματα ναίειν καὶ τόπος εὔφρων. πᾶς τις ἐπειπεῖν ψόγον ἀλλοθρόοις εὔτυκος· εἴη δὲ τὰ λῷστα. σύν τʼ εὐκλείᾳ καὶ ἀμηνίτῳ βάξει λαῶν ἐγχώρων τάσσεσθε, φίλαι δμωίδες, οὕτως ὡς ἐφʼ ἑκάστῃ διεκλήρωσεν Δαναὸς θεραποντίδα φερνήν. Δαναός ὦ παῖδες, Ἀργείοισιν εὔχεσθαι χρεών, θύειν τε λείβειν θʼ, ὡς θεοῖς, Ὀλυμπίοις, σπονδάς, ἐπεὶ σωτῆρες οὐ διχορρόπως. καί μου τὰ μὲν πραχθέντα πρὸς τοὺς ἐγγενεῖς φίλους πικρῶς ἤκουσαν αὐτανεψίοις· ἐμοὶ δʼ ὀπαδοὺς τούσδε καὶ δορυσσόους ἔταξαν, ὡς ἔχοιμι τίμιον γέρας,