<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0085.tlg001.perseus-grc2"><div type="textpart" subtype="episode"><sp><l n="956">πύργων βαθείᾳ μηχανῇ κεκλῃμένην.</l><l n="957">καὶ δώματʼ ἐστὶ πολλὰ μὲν τὰ δήμια,</l><l n="958">δεδωμάτωμαι δʼ οὐδʼ ἐγὼ σμικρᾷ χερί.</l><l n="959">ἔνθʼ ὑμίν ἐστιν εὐτύκους ναίειν δόμους</l><l n="960">πολλῶν μετʼ ἄλλων· εἰ δέ τις μείζων χάρις,</l><l n="961">πάρεστιν οἰκεῖν καὶ μονορρύθμους δόμους.</l><l n="962">τούτων τὰ λῷστα καὶ τὰ θυμηδέστατα</l><l n="963">πάρεστι, λωτίσασθε.  προστάτης δʼ ἐγὼ</l><l n="964">ἀστοί τε πάντες, ὧνπερ ἥδε κραίνεται</l><l n="965">ψῆφος.  τί τῶνδε κυριωτέρους μένεις;</l></sp><milestone unit="card" n="966"/><div type="textpart" subtype="anapests"><sp><speaker>Χορός</speaker><l n="966">ἀλλʼ ἀντʼ ἀγαθῶν ἀγαθοῖσι βρύοις,</l><l n="967">δῖε Πελασγῶν.</l><l n="968">πέμψον δὲ πρόφρων δεῦρʼ ἡμέτερον</l><l n="969">πατέρʼ εὐθαρσῆ Δαναόν, πρόνοον</l><l n="970">καὶ βούλαρχον.  τοῦ γὰρ προτέρα</l><l n="971">μῆτις, ὅπου χρὴ δώματα ναίειν</l><l n="972">καὶ τόπος εὔφρων.  πᾶς τις ἐπειπεῖν</l><l n="973">ψόγον ἀλλοθρόοις</l><l n="974">εὔτυκος· εἴη δὲ τὰ λῷστα.</l><l n="975">σύν τʼ  εὐκλείᾳ καὶ ἀμηνίτῳ</l><l n="976">βάξει λαῶν ἐγχώρων</l><l n="976b"><gap reason="lost"/></l><l n="977">τάσσεσθε, φίλαι δμωίδες, οὕτως</l><l n="978">ὡς ἐφʼ ἑκάστῃ διεκλήρωσεν</l><l n="979">Δαναὸς θεραποντίδα φερνήν.</l></sp></div><milestone unit="card" n="980"/><div type="textpart" subtype="trochees"><sp><speaker>Δαναός</speaker><l n="980">ὦ παῖδες, Ἀργείοισιν εὔχεσθαι χρεών,</l><l n="981">θύειν τε λείβειν θʼ, ὡς θεοῖς, Ὀλυμπίοις,</l><l n="982">σπονδάς, ἐπεὶ σωτῆρες οὐ διχορρόπως.</l><l n="983">καί μου τὰ μὲν πραχθέντα πρὸς τοὺς ἐγγενεῖς</l><l n="984">φίλους πικρῶς ἤκουσαν αὐτανεψίοις·</l></sp></div></div></div></body></text></TEI>