<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0085.tlg001.perseus-grc2"><div type="textpart" subtype="episode"><sp><l n="930">ἀλλʼ ὡς ἂν εἰδὼς ἐννέπω σαφέστερον,—</l><l n="931">καὶ γὰρ πρέπει κήρυκʼ ἀπαγγέλλειν τορῶς</l><l n="932">ἕκαστα,—πῶς φῶ, πρὸς τίνος τʼ ἀφαιρεθεὶς</l><l n="933">ἥκειν γυναικῶν αὐτανέψιον στόλον;</l><l n="934">οὔτοι δικάζει ταῦτα μαρτύρων ὕπο</l><l n="935">Ἄρης· τὸ νεῖκος δʼ οὐκ ἐν ἀργύρου λαβῇ</l><l n="936">ἔλυσεν· ἀλλὰ πολλὰ γίγνεται πάρος</l><l n="937">πεσήματʼ ἀνδρῶν κἀπολακτισμοὶ βίου.</l></sp><sp><speaker><add>Βασιλεύς</add></speaker><l n="938">τί σοι λέγειν χρὴ τοὔνομʼ; ἐν χρόνῳ μαθὼν</l><l n="939">εἴσῃ σύ τʼ αὐτὸς χοἰ ξυνέμποροι σέθεν.</l><l n="940">ταύτας δʼ ἑκούσας μὲν κατʼ εὔνοιαν φρενῶν</l><l n="941">ἄγοις ἄν, εἴπερ εὐσεβὴς πίθοι λόγος.</l><l n="942">τοία δὲ δημόπρακτος ἐκ πόλεως μία</l><l n="943">ψῆφος κέκρανται, μήποτʼ ἐκδοῦναι βίᾳ</l><l n="944">στόλον γυναικῶν· τῶνδʼ ἐφήλωται τορῶς</l><l n="945">γόμφος διαμπάξ, ὡς μένειν ἀραρότως.</l><l n="946">ταῦτʼ οὐ πίναξίν ἐστιν ἐγγεγραμμένα</l><l n="947">οὐδʼ ἐν πτυχαῖς βίβλων κατεσφραγισμένα,</l><l n="948">σαφῆ δʼ ἀκούεις ἐξ ἐλευθεροστόμου</l><l n="949">γλώσσης.  κομίζου δʼ ὡς τάχιστʼ ἐξ ὀμμάτων.</l></sp><sp><speaker><add>Κῆρυξ</add></speaker><l n="950">ἔοιγμεν ἤδη πόλεμον ἀρεῖσθαι νέον.</l><l n="951">εἴη δὲ νίκη καὶ κράτη τοῖς ἄρσεσιν.</l></sp><sp><speaker><add>Βασιλεύς</add></speaker><l n="952">ἀλλʼ ἄρσενάς τοι τῆσδε γῆς οἰκήτορας</l><l n="953">εὑρήσετʼ οὐ πίνοντας ἐκ κριθῶν μέθυ.</l><l n="954">ὑμεῖς δὲ πᾶσαι σὺν φίλαις ὀπάοσι</l><l n="955">θράσος λαβοῦσαι στείχετʼ εὐερκῆ πόλιν,</l><l n="956">πύργων βαθείᾳ μηχανῇ κεκλῃμένην.</l><l n="957">καὶ δώματʼ ἐστὶ πολλὰ μὲν τὰ δήμια,</l><l n="958">δεδωμάτωμαι δʼ οὐδʼ ἐγὼ σμικρᾷ χερί.</l></sp></div></div></body></text></TEI>