ἤκουσα τοὔπος δʼ οὐδαμῶς φιλόξενον. Βασιλεύς οὐ γὰρ ξενοῦμαι τοὺς θεῶν συλήτορας. Κῆρυξ λέγοιμʼ ἂν ἐλθὼν παισὶν Αἰγύπτου τάδε. Βασιλεύς ἀβουκόλητον τοῦτʼ ἐμῷ, φρονήματι. Κῆρυξ ἀλλʼ ὡς ἂν εἰδὼς ἐννέπω σαφέστερον,— καὶ γὰρ πρέπει κήρυκʼ ἀπαγγέλλειν τορῶς ἕκαστα,—πῶς φῶ, πρὸς τίνος τʼ ἀφαιρεθεὶς ἥκειν γυναικῶν αὐτανέψιον στόλον; οὔτοι δικάζει ταῦτα μαρτύρων ὕπο Ἄρης· τὸ νεῖκος δʼ οὐκ ἐν ἀργύρου λαβῇ ἔλυσεν· ἀλλὰ πολλὰ γίγνεται πάρος πεσήματʼ ἀνδρῶν κἀπολακτισμοὶ βίου. Βασιλεύς τί σοι λέγειν χρὴ τοὔνομʼ; ἐν χρόνῳ μαθὼν εἴσῃ σύ τʼ αὐτὸς χοἰ ξυνέμποροι σέθεν. ταύτας δʼ ἑκούσας μὲν κατʼ εὔνοιαν φρενῶν ἄγοις ἄν, εἴπερ εὐσεβὴς πίθοι λόγος. τοία δὲ δημόπρακτος ἐκ πόλεως μία ψῆφος κέκρανται, μήποτʼ ἐκδοῦναι βίᾳ στόλον γυναικῶν· τῶνδʼ ἐφήλωται τορῶς γόμφος διαμπάξ, ὡς μένειν ἀραρότως. ταῦτʼ οὐ πίναξίν ἐστιν ἐγγεγραμμένα οὐδʼ ἐν πτυχαῖς βίβλων κατεσφραγισμένα, σαφῆ δʼ ἀκούεις ἐξ ἐλευθεροστόμου γλώσσης. κομίζου δʼ ὡς τάχιστʼ ἐξ ὀμμάτων. Κῆρυξ ἔοιγμεν ἤδη πόλεμον ἀρεῖσθαι νέον. εἴη δὲ νίκη καὶ κράτη τοῖς ἄρσεσιν. Βασιλεύς ἀλλʼ ἄρσενάς τοι τῆσδε γῆς οἰκήτορας εὑρήσετʼ οὐ πίνοντας ἐκ κριθῶν μέθυ. ὑμεῖς δὲ πᾶσαι σὺν φίλαις ὀπάοσι θράσος λαβοῦσαι στείχετʼ εὐερκῆ πόλιν,