πίπτει δʼ ἀσφαλὲς οὐδʼ ἐπὶ νώτῳ, κορυφᾷ Διὸς εἰ κρανθῇ , πρᾶγμα τέλειον. δαυλοὶ γὰρ πραπίδων δάσκιοί τε τείνουσιν πόροι κατιδεῖν ἄφραστοι. Χορός ἰάπτει δʼ ἐλπίδων ἀφʼ ὑψιπύργων πανώλεις βροτούς, βίαν δʼ οὔτινʼ ἐξοπλίζει· πᾶν ἄπονον δαιμονίων. ἥμενος ὃν φρόνημά πως αὐτόθεν ἐξέπραξεν ἔμπας ἑδράνων ἐφʼ ἁγνῶν. Χορός ἰδέσθω δʼ εἰς ὕβριν βρότειον, οἵα νεάζει πυθμὴν διʼ ἁ- μὸν γάμον τεθαλὼς δυσπαραβούλοισι φρεσίν, καὶ διάνοιαν μαινόλιν κέντρον ἔχων ἄφυκτον, ἄταν δʼ ἀπάτᾳ μεταγνούς. Χορός τοιαῦτα πάθεα μέλεα θρεομένα λέγω λιγέα βαρέα δακρυοπετῆ, ἰὴ ἰή, ἰηλέμοισιν ἐμπρεπῆ· θρεομένη μέλη ζῶσα γόοις με τιμῶ. Χορός ἱλεοῦμαι μὲν Ἀπίαν βοῦνιν, καρβᾶνα δʼ αὐδὰν εὖ, γᾶ, κοννεῖς. πολλάκι δʼ ἐμπίτνω ξὺν λακίδι