ἔχιδνα δʼ ὥς μέ τις πόδα δακοῦσʼ ἔχει. ὀτοτοτοτοῖ, μᾶ Γᾶ μᾶ Γᾶ βοὰν φοβερὸν ἀπότρεπε, ὦ πᾶ, Γᾶς παῖ, Ζεῦ. Κῆρυξ εἰ μή τις ἐς ναῦν εἶσιν αἰνέσας τάδε, λακὶς χιτῶνος ἔργον οὐ κατοικτιεῖ. Χορός διωλόμεσθʼ· ἄσεπτʼ, ἄναξ, πάσχομεν— Κῆρυξ πολλοὺς ἄνακτας, παῖδας Αἰγύπτου τάχα ὄψεσθε· θαρσεῖτʼ, οὐκ ἐρεῖτʼ ἀναρχίαν. Χορός ἰὼ πόλεως ἀγοὶ πρόμοι, δάμναμαι. Κῆρυξ ἕλξειν ἔοιχʼ ὑμᾶς ἀποσπάσας κόμης, ἐπεὶ οὐκ ἀκούετʼ ὀξὺ τῶν ἐμῶν λόγων. Βασιλεύς οὗτος, τί ποιεῖς; ἐκ ποίου φρονήματος ἀνδρῶν Πελασγῶν τήνδʼ ἀτιμάζεις χθόνα; ἀλλʼ ἦ γυναικῶν ἐς πόλιν δοκεῖς μολεῖν; κάρβανος ὢν δʼ Ἕλλησιν ἐγχλίεις ἄγαν· καὶ πόλλʼ ἁμαρτὼν οὐδὲν ὤρθωσας φρενί. Κῆρυξ τί δʼ ἠμπλάκηται τῶνδʼ ἐμοὶ δίκης ἄτερ; Βασιλεύς ξένος μὲν εἶναι πρῶτον οὐκ ἐπίστασαι. Κῆρυξ πῶς δʼ οὐχί; τἄμʼ ὀλωλόθʼ εὑρίσκων ἄγω. Βασιλεύς ποίοισιν εἰπὼν προξένοις ἐγχωρίοις; Κῆρυξ Ἑρμῇ μεγίστῳ προξένῳ μαστηρίῳ. Βασιλεύς θεοῖσιν εἰπὼν τοὺς θεοὺς οὐδὲν σέβῃ. Κῆρυξ τοὺς ἀμφὶ Νεῖλον δαίμονας σεβίζομαι. Βασιλεύς οἱ δʼ ἐνθάδʼ οὐδέν, ὡς ἐγὼ σέθεν κλύω; Κῆρυξ ἄγοιμʼ ἄν, εἴ τις τάσδε μὴ ʼξαιρήσεται. Βασιλεύς κλάοις ἄν, εἰ ψαύσειας, οὐ μάλʼ ἐς μακράν.