αἰαῖ αἰαῖ. αἲ γὰρ δυσπαλάμως ὄλοιο διʼ ἁλίρρυτον ἄλσος, κατὰ Σαρπηδόνιον χῶμα πολύψαμμον ἀλαθεὶς Εὐρεΐαισιν αὔραις. Κῆρυξ ἴυζε καὶ λάκαζε καὶ κάλει θεούς. Αἰγυπτίαν γὰρ βᾶριν οὐχ ὑπερθορῇ. ἴυζε καὶ βόα, χέον πικρότερον οἰζύος νόμον. Χορός οἰοῖ οἰοῖ, λύμας, ᾇ σὺ πρὸ γᾶς ὑλάσκων περί, χάμψα, βρυάζεις· ὃς ἐπωπᾷ σʼ, ὁ μέγας Νεῖλος, ὑβρίζοντά σʼ ἀποτρέ- ψειεν ἄιστον ὕβριν. Κῆρυξ βαίνειν κελεύω βᾶριν εἰς ἀμφίστροφον ὅσον τάχιστα· μηδέ τις σχολαζέτω. ὁλκὴ γὰρ οὔτοι πλόκαμον οὐδάμʼ ἅζεται. Χορός οἰοῖ, πάτερ, βρέτεος ἄρος ἀτᾷ μʼ·· ἅλαδʼ ἄγει ἄραχνος ὡς βάδην. ὄναρ ὄναρ μέλαν, ὀτοτοτοτοῖ, μᾶ Γᾶ μᾶ Γᾶ, βοὰν φοβερὸν ἀπότρεπε, ὦ πᾶ, Γᾶς παῖ, Ζεῦ. Κῆρυξ οὔτοι φοβοῦμαι δαίμονας τοὺς ἐνθάδε· οὐ γάρ μʼ ἔθρεψαν, οὐδʼ ἐγήρασαν τροφῇ. Χορός μαιμᾷ πέλας δίπους ὄφις·