σοῦσθε σοῦσθʼ ὀλύμεναι ὀλόμενʼ ἐπαμίδα. Χορός εἴθʼ ἀνὰ πολύρυτον ἁλμήεντα πόρον δεσποσίῳ ξὺν ὕβρει, γομφοδέτῳ τε δόρει διώλου. αἵμονες ὡς ἐπάμιδα ησυδουπιάπιτα Κῆρυξ κελεύω βοᾶν μεθέσθαι ἴχαρ φρενί τʼ ἄταν. ἰοὺ ἰού. λεῖφʼ ἕδρανα, κίʼ ἐς δόρυ. ἀτίετον ἄπολιν οὐ σέβω. Χορός μήποτε πάλιν ἴδοιμʼ ἀλφεσίβοιον ὕδωρ, ἔνθεν ἀεξόμενον ζώφυτον αἷμα βροτοῖσι θάλλει. ἔγγαιος ἐγὼ βαθυχαῖος βαθρείας βαθρείας, γέρον. Κῆρυξ σὺ δʼ ἐν ναῒ ναῒ βάσῃ τάχα θέλεος ἀθέλεος, βίᾳ βίᾳ τε πολλᾷ φροῦδα. βάτεαι βαθυμιτροκακὰ παθῶν ὀλόμεναι παλάμαις . Χορός αἰαῖ αἰαῖ. αἲ γὰρ δυσπαλάμως ὄλοιο διʼ ἁλίρρυτον ἄλσος, κατὰ Σαρπηδόνιον χῶμα πολύψαμμον ἀλαθεὶς Εὐρεΐαισιν αὔραις.