βίαια μὴ φαιδρῶς ὁρῶν ὄμμασιν ἐνδίκοις. σεβίζου δʼ ἱκέτας σέθεν, γαιάοχε παγκρατὲς Ζεῦ. Χορός γένος γὰρ Αἰγύπτειον ὕβριν δύσφορον ἀρσενογενὲς μετά με δρόμοισι διόμενοι φυγάδα μάταισι πολυθρόοις βίαια δίζηνται λαβεῖν. σὸν δʼ ἐπίπαν ζυγὸν ταλάντου. τί δʼ ἄνευ σέθεν θνατοῖσι τέλειόν ἐστιν; Χορός ό ό ό, ά ά ά· ὅδε μάρπτις νάιος γάιος. τῶν πρό, μάρπτι, κάμνοις· ἰόφ .. ὀμ .. αὖθι κάκκας νυ δυϊαν βοᾶν ἀμφαίνω. ὁρῶ τάδε φροίμια πράξαν πόνων βιαίων ἐμῶν. ἠὲ ἠέ. βαῖνε φυγᾷ πρὸς ἀλκάν· βλοσυρόφρονα χλιδᾷ δύσφορα ναῒ κἀν γᾷ. γαϊάναξ προτάσσου. Κῆρυξ σοῦσθε σοῦσθʼ ἐπὶ βᾶ- ριν ὅπως ποδῶν ἔχετε οὐκοῦν οὐκοῦν τιλμοὶ τιλμοὶ καὶ στιγμοί, πολυαίμων φόνιος ἀποκοπὰ κρατός.