κόνις ἄτερθε πτερύγων ὀλοίμαν. Χορός ἄφυκτον δʼ οὐκέτʼ ἂν πέλοι κακόν· κελαινόχρως δὲ πάλλεταί μου καρδία. πατρὸς σκοπαὶ δέ μʼ εἷλον· οἴχομαι φόβῳ. θέλοιμι δʼ ἂν μορσίμου βρόχου τυχεῖν ἐν ἀρτάναις, πρὶν ἄνδρʼ ἀπευκτὸν τῷδε χριμφθῆναι χροΐ. πρόπαρ θανούσας δʼ Ἀίδας ἀνάσσοι. Χορός πόθεν δέ μοι γένοιτʼ ἂν αἰθέρος θρόνος, πρὸς ὃν νέφη μυδηλὰ γίγνεται χιών, ἢ λισσὰς αἰγίλιψ ἀπρόσ- δεικτος οἰόφρων κρεμὰς γυπιὰς πέτρα, βαθὺ πτῶμα μαρτυροῦσά μοι, πρὶν δαΐκτορος βίᾳ καρδίας γάμου κυρῆσαι; Χορός κυσὶν δʼ ἔπειθʼ ἕλωρα κἀπιχωρίοις ὄρνισι δεῖπνον οὐκ ἀναίνομαι πέλειν· τὸ γὰρ θανεῖν ἐλευθεροῦ- ται φιλαιάκτων κακῶν. ἐλθέτω ἐλθέτω μόρος, πρὸ κοί- τας γαμηλίου τυχών. ἀμφυγᾶς τίνʼ ἔτι πόρον τέμνω γάμου λυτῆρα; Χορός ἴυζε δʼ ὀμφὰν οὐρανίαν μέλεα μέλη λιτανὰ θεοῖς· τέλεα δέ πως πελόμενά μοι λύσιμά τʼ ἄχιμά τʼ ἔπιδε, πάτερ,