στολμοί τε λαίφους καὶ παραρρύσεις νεώς, καὶ πρῷρα πρόσθεν ὄμμασιν βλέπουσʼ ὁδόν, οἴακος εὐθυντῆρος ὑστάτου νεὼς ἄγαν καλῶς κλύουσα, τοῖσιν οὐ φίλη. πρέπουσι δʼ ἄνδρες νάιοι μελαγχίμοις γυίοισι λευκῶν ἐκ πεπλωμάτων ἰδεῖν, καὶ τἄλλα πλοῖα πᾶσά θʼ ἡ ʼπικουρία εὔπρεπτος· αὐτὴ δʼ ἡγεμὼν ὑπὸ χθόνα στείλασα λαῖφος παγκρότως ἐρέσσεται. ἀλλʼ ἡσύχως χρὴ καὶ σεσωφρονισμένως πρὸς πρᾶγμʼ ὁρώσας τῶνδε μὴ ἀμελεῖν θεῶν. ἐγὼ δʼ ἀρωγοὺς ξυνδίκους θʼ ἥξω λαβών. ἴσως γὰρ ἂν κῆρυξ τις ἢ πρέσβη μόλοι, ἄγειν θέλοντες ῥυσίων ἐφάπτορες. ἀλλʼ οὐδὲν ἔσται τῶνδε· μὴ τρέσητέ νιν. ὅμως δʼ ἄμεινον, εἰ βραδύνοιμεν βοῇ, ἀλκῆς λαθέσθαι τῆσδε μηδαμῶς ποτε. θάρσει· χρόνῳ τοι κυρίῳ τʼ ἐν ἡμέρᾳ θεοὺς ἀτίζων τις βροτῶν δώσει δίκην. Χορός πάτερ, φοβοῦμαι, νῆες ὡς ὠκύπτεροι ἥκουσι· μῆκος δʼ οὐδὲν ἐν μέσῳ χρόνου. Χορός περίφοβόν μʼ ἔχει τάρβος ἐτητύμως πολυδρόμου φυγᾶς ὄφελος εἴ τί μοι. παροίχομαι, πάτερ, δείματι. Δαναός ἐπεὶ τελεία ψῆφος Ἀργείων, τέκνα, θάρσει, μαχοῦνται περὶ σέθεν, σάφʼ οἶδʼ ἐγώ. Χορός ἐξῶλές ἐστι μάργον Αἰγύπτου γένος μάχης τʼ ἄπληστον· καὶ λέγω πρὸς εἰδότα. Χορός δοριπαγεῖς δʼ ἔχοντες κυανώπιδας νῆας ἔπλευσαν ὧδʼ ἐπιτυχεῖ κότῳ