σθω φάμα φιλοφόρμιγξ. Χορός φυλάσσοι τʼ ἀτρεμαῖα τιμὰς τὸ δάμιον, τὸ πτόλιν κρατύνει, προμαθὶς εὐκοινόμητις ἀρχά. ξένοισί τʼ εὐξυμβόλους, πρὶν ἐξοπλίζειν Ἄρη, δίκας ἄτερ πημάτων διδοῖεν. Χορός θεοὺς δʼ, οἳ γᾶν ἔχουσιν ἀεὶ τίοιεν ἐγχωρίοις πατρῴαις δαφνηφόροις βουθύτοισι τιμαῖς. τὸ γὰρ τεκόντων σέβας τρίτον τόδʼ ἐν θεσμίοις Δίκας γέγραπται μεγιστοτίμου. Δαναός εὐχὰς μὲν αἰνῶ τάσδε σώφρονας, φίλαι. ὑμεῖς δὲ μὴ τρέσητʼ ἀκούσασαι πατρὸς ἀπροσδοκήτους τούσδε καὶ νέους λόγους. ἱκεταδόκου γὰρ τῆσδʼ ἀπὸ σκοπῆς ὁρῶ τὸ πλοῖον. εὔσημον γὰρ οὔ με λανθάνει· στολμοί τε λαίφους καὶ παραρρύσεις νεώς, καὶ πρῷρα πρόσθεν ὄμμασιν βλέπουσʼ ὁδόν, οἴακος εὐθυντῆρος ὑστάτου νεὼς ἄγαν καλῶς κλύουσα, τοῖσιν οὐ φίλη. πρέπουσι δʼ ἄνδρες νάιοι μελαγχίμοις γυίοισι λευκῶν ἐκ πεπλωμάτων ἰδεῖν, καὶ τἄλλα πλοῖα πᾶσά θʼ ἡ ʼπικουρία εὔπρεπτος· αὐτὴ δʼ ἡγεμὼν ὑπὸ χθόνα στείλασα λαῖφος παγκρότως ἐρέσσεται. ἀλλʼ ἡσύχως χρὴ καὶ σεσωφρονισμένως πρὸς πρᾶγμʼ ὁρώσας τῶνδε μὴ ἀμελεῖν θεῶν.