σβυτοδόκοι γεμόν- των θυμέλαι φλεγόντων. τὼς πόλις εὖ νέμοιτο Ζῆνα μέγαν σεβόντων, τὸν ξένιον δʼ ὑπερτάτως, ὃς πολιῷ νόμῳ αἶσαν ὀρθοῖ. τίκτεσθαι δʼ ἐφόρους γᾶς ἄλλους εὐχόμεθʼ ἀεί, Ἄρτεμιν δʼ Ἑκάταν γυναι- κῶν λόχους ἐφορεύειν. Χορός μηδέ τις ἀνδροκμὴς λοιγὸς ἐπελθέτω τάνδε πόλιν δαΐζων, ἄχορον ἀκίθαριν δακρυογόνον Ἄρη βοάν τʼ ἔνδημον ἐξοπλίζων. νούσων δʼ ἑσμὸς ἀπʼ ἀστῶν ἵζοι κρατὸς ἀτερπής· εὐμενὴς δʼ ὁ Λύκειος ἔ- στω πάσᾳ νεολαίᾳ. Χορός καρποτελῆ δέ τοι Ζεὺς ἐπικραινέτω φέρματι γᾶν πανώρῳ. πρόνομα δὲ βότʼ ἀγροῖς πολύγονα τελέθοι· τὸ πᾶν τʼ ἐκ δαιμόνων λάχοιεν. εὔφαμον δʼ ἐπὶ βωμοῖς μοῦσαν θείατʼ ἀοιδοί. ἁγνῶν τʼ ἐκ στομάτων φερέ-