μοῖς θεοὺς ἀρέσονται. Χορός τοιγὰρ ὑποσκίων ἐκ στομάτων ποτά- σθω φιλότιμος εὐχά, μήποτε λοιμὸς ἀνδρῶν τάνδε πόλιν κενώσαι· μηδʼ ἐπιχωρίοις ἔρις πτώμασιν αἱματίσαι πέδον γᾶς. ἥβας δʼ ἄνθος ἄδρεπτον ἔστω, μηδʼ Ἀφροδίτας εὐνάτωρ βροτολοιγὸς Ἄ- ρης κέρσειεν ἄωτον. Χορός καὶ γεραροῖσι πρε- σβυτοδόκοι γεμόν- των θυμέλαι φλεγόντων. τὼς πόλις εὖ νέμοιτο Ζῆνα μέγαν σεβόντων, τὸν ξένιον δʼ ὑπερτάτως, ὃς πολιῷ νόμῳ αἶσαν ὀρθοῖ. τίκτεσθαι δʼ ἐφόρους γᾶς ἄλλους εὐχόμεθʼ ἀεί, Ἄρτεμιν δʼ Ἑκάταν γυναι- κῶν λόχους ἐφορεύειν. Χορός μηδέ τις ἀνδροκμὴς λοιγὸς ἐπελθέτω τάνδε πόλιν δαΐζων, ἄχορον ἀκίθαριν δακρυογόνον Ἄρη βοάν τʼ ἔνδημον ἐξοπλίζων. νούσων δʼ ἑσμὸς ἀπʼ ἀστῶν