οὕνεκʼ ᾤκτισαν ἡμᾶς, ψῆφον δʼ εὔφρονʼ ἔθεντο, αἰδοῦνται δʼ ἱκέτας Διός, ποίμναν τάνδʼ ἀμέγαρτον· Χορός οὐδὲ μετʼ ἀρσένων ψῆφον ἔθεντʼ ἀτιμώ- σαντες ἔριν γυναικῶν, Δῖον ἐπιδόμενοι πράκτορά τε σκοπὸν δυσπολέμητον, ὃν οὐ τίς ἂν δόμος ἔχοι ἐπʼ ὀρόφων μιαί- νοντα; βαρὺς δʼ ἐφίζει. ἅζονται γὰρ ὁμαίμους Ζηνὸς ἵκτορας ἁγνοῦ. τοιγάρτοι καθαροῖσι βω- μοῖς θεοὺς ἀρέσονται. Χορός τοιγὰρ ὑποσκίων ἐκ στομάτων ποτά- σθω φιλότιμος εὐχά, μήποτε λοιμὸς ἀνδρῶν τάνδε πόλιν κενώσαι· μηδʼ ἐπιχωρίοις ἔρις πτώμασιν αἱματίσαι πέδον γᾶς. ἥβας δʼ ἄνθος ἄδρεπτον ἔστω, μηδʼ Ἀφροδίτας εὐνάτωρ βροτολοιγὸς Ἄ- ρης κέρσειεν ἄωτον. Χορός καὶ γεραροῖσι πρε-