ἄγε δή, λέξωμεν ἐπʼ Ἀργείοις εὐχὰς ἀγαθάς, ἀγαθῶν ποινάς. Ζεὺς δʼ ἐφορεύοι ξένιος ξενίου στόματος τιμὰς ἐπʼ ἀληθείᾳ, τέρμονʼ ἄμεμπτον προσαπαντᾶν. Χορός νῦν ὅτε καί, θεοὶ διογενεῖς, κλύοιτʼ εὐ- κταῖα γένει χεούσας· μήποτε πυρίφατον γᾶν Πελασγίαν πόλιν τὸν ἄκορον βοᾶς, κτίσαι μάχλον Ἄπη, τὸν ἀρότοις θερί- ζοντα βροτοὺς ἐν ἄλλοις, οὕνεκʼ ᾤκτισαν ἡμᾶς, ψῆφον δʼ εὔφρονʼ ἔθεντο, αἰδοῦνται δʼ ἱκέτας Διός, ποίμναν τάνδʼ ἀμέγαρτον· Χορός οὐδὲ μετʼ ἀρσένων ψῆφον ἔθεντʼ ἀτιμώ- σαντες ἔριν γυναικῶν, Δῖον ἐπιδόμενοι πράκτορά τε σκοπὸν δυσπολέμητον, ὃν οὐ τίς ἂν δόμος ἔχοι ἐπʼ ὀρόφων μιαί- νοντα; βαρὺς δʼ ἐφίζει. ἅζονται γὰρ ὁμαίμους Ζηνὸς ἵκτορας ἁγνοῦ. τοιγάρτοι καθαροῖσι βω-