Μήτιδος οἰκτρᾶς ἀλόχου, κιρκηλάτου τʼ ἀηδόνος, Χορός ἅτʼ ἀπὸ χλωρῶν πετάλων ἐργομένα πενθεῖ μὲν οἶκτον ἠθέων· ξυντίθησι δὲ παιδὸς μόρον, ὡς αὐτοφόνως ὤλετο πρὸς χειρὸς ἕθεν δυσμάτορος κότου τυχών· Χορός τὼς καὶ ἐγὼ φιλόδυρ- τος Ἰαονίοισι νόμοισι δάπτω τὰν ἁπαλὰν Νειλοθερῆ παρειὰν ἀπειρόδακρύν τε καρδίαν. γοεδνὰ δʼ ἀνθεμίζομαι δειμαίνουσα φίλους, τᾶσδε φυγᾶς ἀερίας ἀπὸ γᾶς εἴ τις ἐστὶ κηδεμών. Χορός ἀλλά, θεοὶ γενέται κλύετʼ εὖ τὸ δίκαιον ἰδόντες· ἥβᾳ μὴ τέλεον δόντες ἔχειν παρʼ αἶσαν, ὕβριν δʼ ἑτοίμως στυγοῦντες, πέλοιτʼ ἂν ἔνδικοι γάμοις. ἔστι δὲ κἀκ πολέμου τειρομένοις βωμὸς ἀρῆς φυγάσιν ῥῦμα, δαιμόνων σέβας. Χορός εὖ δʼ εἴη Διόθεν παναληθῶς. Διὸς ἵμερος οὐκ εὐθήρατος ἐτύχθη. παντᾷ τοι φλεγέθει κἀν σκότῳ μελαίνᾳ ξὺν τύχᾳ μερόπεσσι λαοῖς.