<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0085.tlg001.perseus-grc2"><div type="textpart" subtype="choral"><div type="textpart" subtype="antistrophe" n="5"><sp><l n="595">ὑπʼ ἀρχᾶς δʼ οὔ τινος θοάζων</l><l n="596">τὸ μεῖον κρεισσόνων κρατύνει.</l><l n="597">οὔτινος ἄνωθεν ἡμένου σέβει κράτη.</l><l n="598">πάρεστι δʼ ἔργον ὡς ἔπος</l><l n="599">σπεῦσαί τι τῶν βούλιος φέρει φρήν.</l></sp></div></div><milestone unit="card" n="600"/><div type="textpart" subtype="episode"><sp><speaker>Δαναός</speaker><l n="600">θαρσεῖτε παῖδες. εὖ τὰ τῶν ἐγχωρίων·</l><l n="601">δήμου δέδοκται παντελῆ ψηφίσματα.</l></sp><sp><speaker>Χορός</speaker><l n="602">ὦ χαῖρε πρέσβυ, φίλτατʼ ἀγγέλλων ἐμοί</l><l n="603">ἔνισπε δʼ ἡμῖν ποῖ κεκύρωται τέλος,</l><l n="604">δήμου κρατοῦσα χεὶρ ὅπῃ πληθύνεται.</l></sp><sp><speaker>Δαναός</speaker><l n="605">ἔδοξεν Ἀργείοισιν οὐ διχορρόπως,</l><l n="606">ἀλλʼ ὥστʼ ἀνηβῆσαί με γηραιᾷ φρενί·</l><l n="607">πανδημίᾳ γὰρ χερσὶ δεξιωνύμοις</l><l n="608">ἔφριξεν αἰθὴρ τόνδε κραινόντων λόγον·</l><l n="609">ἡμᾶς μετοικεῖν τῆσδε γῆς ἐλευθέρους</l><l n="610">κἀρρυσιάστους ξύν τʼ ἀσυλίᾳ βροτῶν·</l><l n="611">καὶ μήτʼ ἐνοίκων μήτʼ ἐπηλύδων τινὰ</l><l n="612">ἄγειν· ἐὰν δὲ προστιθῇ τὸ καρτερόν,</l><l n="613">τὸν μὴ βοηθήσαντα τῶνδε γαμόρων</l><l n="614">ἄτιμον εἶναι ξὺν φυγῇ δημηλάτῳ.</l><l n="615">τοιάνδʼ ἔπειθεν ῥῆσιν ἀμφʼ ἡμῶν λέγων</l><l n="616">ἄναξ Πελασγῶν, ἱκεσίου Ζηνὸς κότον</l><l n="617">μέγαν προφωνῶν μήποτʼ εἰσόπιν χρόνου</l><l n="618">πόλιν παχῦναι, ξενικὸν ἀστικόν θʼ ἅμα</l><l n="619">λέγων διπλοῦν μίασμα πρὸ πόλεως φανὲν</l><l n="620">ἀμήχανον βόσκημα πημονῆς πέλειν.</l><l n="621">τοιαῦτʼ ἀκούων χερσὶν Ἀργεῖος λεὼς</l><l n="622">ἔκρανʼ ἄνευ κλητῆρος ὡς εἶναι τάδε.</l><l n="623">δημηγόρους δʼ ἤκουσεν εὐπιθὴς στροφὰς</l><l n="624">δῆμος Πελασγῶν· Ζεὺς δʼ ἐπέκρανεν τέλος</l></sp></div></div></body></text></TEI>