γείνατο παῖδʼ ἀμεμφῆ, Χορός διʼ αἰῶνος μακροῦ πάνολβον· ἔνθεν πᾶσα βοᾷ χθών, φυσιζόου γένος τόδε Ζηνός ἐστιν ἀληθῶς· τίς γὰρ ἂν κατέπαυσεν Ἥ- ρας νόσους ἐπιβούλους; Διὸς τόδʼ ἔργον καὶ τόδʼ ἂν γένος λέγων ἐξ Ἐπάφου κυρήσαις. Χορός τίνʼ ἂν θεῶν ἐνδικωτέροισιν κεκλοίμαν εὐλόγως ἐπʼ ἔργοις; αὐτὸς ὁ πατὴρ φυτουργὸς αὐτόχειρ ἄναξ γένους παλαιόφρων μέγας τέκτων, τὸ πᾶν μῆχαρ οὔριος Ζεύς. Χορός ὑπʼ ἀρχᾶς δʼ οὔ τινος θοάζων τὸ μεῖον κρεισσόνων κρατύνει. οὔτινος ἄνωθεν ἡμένου σέβει κράτη. πάρεστι δʼ ἔργον ὡς ἔπος σπεῦσαί τι τῶν βούλιος φέρει φρήν. Δαναός θαρσεῖτε παῖδες. εὖ τὰ τῶν ἐγχωρίων· δήμου δέδοκται παντελῆ ψηφίσματα. Χορός ὦ χαῖρε πρέσβυ, φίλτατʼ ἀγγέλλων ἐμοί ἔνισπε δʼ ἡμῖν ποῖ κεκύρωται τέλος, δήμου κρατοῦσα χεὶρ ὅπῃ πληθύνεται. Δαναός ἔδοξεν Ἀργείοισιν οὐ διχορρόπως, ἀλλʼ ὥστʼ ἀνηβῆσαί με γηραιᾷ φρενί· πανδημίᾳ γὰρ χερσὶ δεξιωνύμοις ἔφριξεν αἰθὴρ τόνδε κραινόντων λόγον· ἡμᾶς μετοικεῖν τῆσδε γῆς ἐλευθέρους