βροτοὶ δʼ, οἳ γᾶς τότʼ ἦσαν ἔννομοι χλωρῷ δείματι θυμὸν πάλλοντʼ ὄψιν ἀήθη, βοτὸν ἐσορῶντες δυσχερὲς μειξόμβροτον, τὰν μὲν βοός, τὰν δʼ αὖ γυναικός· τέρας δʼ ἐθάμβουν. καὶ τότε δὴ τίς ἦν ὁ θέλ- ξας πολύπλαγκτον ἀθλίαν οἰστροδόνητον Ἰώ; Χορός διʼ αἰῶνος κρέων ἀπαύστου Ζεὺς Διὸς δʼ ἀπημάντῳ σθένει καὶ θείαις ἐπιπνοίαις παύεται, δακρύων δʼ ἀπο- στάζει πένθιμον αἰδῶ. λαβοῦσα δʼ ἕρμα Δῖον ἀψευδεῖ λόγῳ γείνατο παῖδʼ ἀμεμφῆ, Χορός διʼ αἰῶνος μακροῦ πάνολβον· ἔνθεν πᾶσα βοᾷ χθών, φυσιζόου γένος τόδε Ζηνός ἐστιν ἀληθῶς· τίς γὰρ ἂν κατέπαυσεν Ἥ- ρας νόσους ἐπιβούλους; Διὸς τόδʼ ἔργον καὶ τόδʼ ἂν γένος λέγων ἐξ Ἐπάφου κυρήσαις. Χορός τίνʼ ἂν θεῶν ἐνδικωτέροισιν κεκλοίμαν εὐλόγως ἐπʼ ἔργοις; αὐτὸς ὁ πατὴρ φυτουργὸς αὐτόχειρ ἄναξ γένους παλαιόφρων μέγας τέκτων, τὸ πᾶν μῆχαρ οὔριος Ζεύς.