πειθὼ δʼ ἕποιτο καὶ τύχη πρακτήριος. Χορός ἄναξ ἀνάκτων, μακάρων μακάρτατε καὶ τελέων τελειότατον κράτος, ὄλβιε Ζεῦ, πιθοῦ τε καὶ γένει σῷ ἄλευσον ἀνδρῶν ὕβριν εὖ στυγήσας. λίμνᾳ δʼ ἔμβαλε πορφυροειδεῖ τὰν μελανόζυγʼ ἄταν. Χορός τὸ πρὸς γυναικῶν δʼ ἐπιδὼν παλαίφατον ἁμέτερον γένος φιλίας προγόνου γυναικὸς νέωσον εὔφρονʼ αἶνον, γενοῦ πολυμνάστωρ, ἔφαπτορ Ἰοῦς· Δῖαί τοι γένος εὐχόμεθʼ εἶναι γᾶς ἀπὸ τᾶσδʼ ἄποικοι. Χορός παλαιὸν, δʼ εἰς ἴχνος μετέσταν ματέρος ἀνθονόμους ἐπωπάς, λειμῶνα βούχιλον, ἔνθεν Ἰὼ οἴστρῳ ἐρεθομένα φεύγει ἁμαρτίνοος, πολλὰ βροτῶν διαμειβομένα φῦλα, διχῇ δʼ ἀντίπορον γαῖαν ἐν αἴσᾳ διατέμ- νουσα πόρον κυματίαν ὁρίζει· Χορός ἰάπτει δʼ Ἀσίδος διʼ αἴας μηλοβότου Φρυγίας διαμπάξ. περᾷ δὲ Τεύθραντος ἄστυ Μυσῶν, Λύδιά τε γύαλα, καὶ διʼ ὀρῶν Κιλίκων