ἐγὼ δὲ πῶς δρῶ; ποῦ θράσος νέμεις ἐμοί; Βασιλεύς κλάδους μὲν αὐτοῦ λεῖπε, σημεῖον πόνου. Χορός καὶ δή σφε λείπω χειρὶ καὶ λόγοις σέθεν. Βασιλεύς λευρὸν κατʼ ἄλσος νῦν ἐπιστρέφου τόδε. Χορός καὶ πῶς βέβηλον ἄλσος ἂν ῥύοιτό με; Βασιλεύς οὔτοι πτερωτῶν ἁρπαγαῖς σʼ ἐκδώσομεν. Χορός ἀλλʼ εἰ δρακόντων δυσφρόνων ἐχθίοσιν; Βασιλεύς εὔφημον εἴη τοὔπος εὐφημουμένῃ. Χορός οὔτοι τι θαῦμα δυσφορεῖν φόβῳ φρενός. Βασιλεύς ἀεί γʼ ἄναρκτόν ἐστι δεῖμʼ ἐξαίσιον. Χορός σὺ καὶ λέγων εὔφραινε καὶ πράσσων φρένα. Βασιλεύς ἀλλʼ οὔτι δαρὸν χρόνον ἐρημώσει πατήρ. ἐγὼ δὲ λαοὺς συγκαλῶν ἐγχωρίους στείχω, τὸ κοινὸν ὡς ἂν εὐμενὲς τιθῶ· καὶ σὸν διδάξω πατέρα ποῖα χρὴ λέγειν. πρὸς ταῦτα μίμνε καὶ θεοὺς ἐγχωρίους λιταῖς παραιτοῦ τῶν σʼ ἔρως ἔχει τυχεῖν. ἐγὼ δὲ ταῦτα πορσυνῶν ἐλεύσομαι. πειθὼ δʼ ἕποιτο καὶ τύχη πρακτήριος. Χορός ἄναξ ἀνάκτων, μακάρων μακάρτατε καὶ τελέων τελειότατον κράτος, ὄλβιε Ζεῦ, πιθοῦ τε καὶ γένει σῷ ἄλευσον ἀνδρῶν ὕβριν εὖ στυγήσας. λίμνᾳ δʼ ἔμβαλε πορφυροειδεῖ τὰν μελανόζυγʼ ἄταν. Χορός τὸ πρὸς γυναικῶν δʼ ἐπιδὼν παλαίφατον ἁμέτερον γένος φιλίας προγόνου γυναικὸς νέωσον εὔφρονʼ αἶνον,