σταθεὶς πρὸ τειχέων διὰ μάχης ἥξω τέλους, πῶς οὐχὶ τἀνάλωμα γίγνεται πικρόν, ἄνδρας γυναικῶν οὕνεχʼ αἱμάξαι πέδον; ὅμως δʼ ἀνάγκη Ζηνὸς αἰδεῖσθαι κότον ἱκτῆρος· ὕψιστος γὰρ ἐν βροτοῖς φόβος. σὺ μέν, πάτερ γεραιὲ τῶνδε παρθένων, κλάδους τε τούτους αἶψʼ ἐν ἀγκάλαις λαβὼν βωμοὺς ἐπʼ ἄλλους δαιμόνων ἐγχωρίων θές, ὡς ἴδωσι τῆσδʼ ἀφίξεως τέκμαρ πάντες πολῖται, μηδʼ ἀπορριφθῇ ψόγος ἐμοῦ· κατʼ ἀρχῆς γὰρ φιλαίτιος λεώς. καὶ γὰρ τάχʼ ἄν τις οἰκτίσας ἰδὼν τάδε ὕβριν μὲν ἐχθήρειεν ἄρσενος στόλου, ὑμῖν δʼ ἂν εἴη δῆμος εὐμενέστερος· τοῖς ἥσσοσιν γὰρ πᾶς τις εὐνοίας φέρει. Δαναός πολλῶν τάδʼ ἡμῖν ἐστιν ἠξιωμένα, αἰδοῖον εὑρεθέντα πρόξενον λαβεῖν. ὀπάονας δὲ φράστοράς τʼ ἐγχωρίων ξύμπεμψον, ὡς ἂν τῶν πολισσούχων θεῶν βωμοὺς προνάους καὶ πολισσούχων ἕδρας εὕρωμεν, ἀσφάλεια δʼ ᾖ διʼ ἄστεως στείχουσι· μορφῆς δʼ οὐχ ὁμόστολος φύσις. Νεῖλος γὰρ οὐχ ὅμοιον Ἰνάχῳ γένος τρέφει. φύλαξαι μὴ θράσος τέκῃ φόβον· καὶ δὴ φίλον τις ἔκτανʼ ἀγνοίας ὕπο. Βασιλεύς στείχοιτʼ ἄν, ἄνδρες· εὖ γὰρ ὁ ξένος λέγει. ἡγεῖσθε βωμοὺς ἀστικούς, θεῶν ἕδρας· καὶ ξυμβολοῦσιν οὐ πολυστομεῖν χρεὼν ναύτην ἄγοντας τόνδʼ ἐφέστιον θεῶν. Χορός τούτῳ μὲν εἶπας, καὶ τεταγμένος κίοι·